De dignoscendis pulsibus

Galen

Galen, De dignoscendis pulsibus

Λοιπῶν δ’ ὄντων δυοῖν προβλημάτων, τοῦ τε πόσον ἀναίσθητόν ἐστι τῆς διαστολῆς εἰπεῖν καὶ τοῦ πόσον τῆς συστολῆς, ἐοίκαμεν καὶ περὶ τούτων ἐξ ἇν εἰρήκαμεν

818
ἔχειν ἤδη τὸ καθόλου. τοσοῦτο γὰρ ἀναίσθητον τῆς διαστολῆς ὁ λόγος ἀπέδειξεν, ὅσον ἐν τῷ μεταξὺ γίγνεται τῆς τε πρώτης ὁρμῆς τοῦ κινεῖσθαι τὴν ἀρτηρίαν καὶ τοῦ διαδοθῆναι τὴν πληγὴν ἄχρι τῆς ἡμετέρας ἁφῆς. κατ’ εἴδη δὲ τέμνοντες αὐτὸ, πλεῖστον μὲν ἐν τοῖς ἀμυδροῖς τε ἅμα καὶ μεγάλοις εὑρήσομεν, ὧν ἐπιπολῆς ἐψαύομεν, ἐλάχιστον δ’ ἐν τοῖς σφοδροῖς, οὓς θλίβοντες διεγινώσκομεν, μέσον δ’ ἀμφοῖν ἐν ταῖς μέσαις ἐπιβολαῖς τῆς χειρὸς, κᾀν ταύταις δὲ παρὰ τὸ σφοδρὸν ἢ οὐ σφοδρὸν εἶναι τὸν σφυγμὸν ἄνισον. ἐπειδή τοι ἴσον αἰσθανόμεθα τῆς συστολῆς, ὅσον περ καὶ τῆς διαστολῆς, ἢ βραχεῖ τινι μεῖον, εἴη ἂν καὶ τὸ τῆς συστολῆς ἀναίσθητον ἤτοι τοσοῦτον, ὅσον καὶ τὸ τῆς διαστολῆς, ἢ βραχεῖ τινι πλέον. τὰ μὲν οὖν πρῶτα ζητήματα καὶ οἱονεὶ στοιχεῖα τοῦ λόγου

τὰ περὶ τῶν κυριωτάτων μερῶν τοῦ σφυγμοῦ σχεδὸν ἤδη τέλος ἔχει. τὰ γὰρ ὑπόλοιπα δύο κατά τι συμβεβηκὸς μᾶλλον, οὐ κυρίως οὐδὲ πρώτως ἐστὶ μόρια τοῦ σφυγμοῦ, ἥ τ’ ἐντὸς καὶ ἡ ἐκτὸς ἡσυχία τῆς ἀρτηρίας.

819
ἐπεὶ δὲ καὶ διὰ τούτων προγινώσκεταί τινα, περὶ τῆς διαγνώσεως αὐτῶν ἀναγκαῖον εἰπεῖν. τὴν μὲν οὖν ἐκτὸς ἡσυχίαν ἁπλῶς ἐπιβάλλων τὴν χεῖρα μάλιστ’ ἂν γνωρίσαις πηλίκη τίς ἐστιν, ἢ εἰ καὶ θλίβειν ἐθέλοις ἐν τοῖς σφοδροῖς δηλονότι σφυγμοῖς, εἰς τοσοῦτον βιαζόμενος, εἰς ὅσον οὐδὲν κωλῦσαι τῆς κινήσεως· τὴν δὲ ἐντὸς εἰ θλίβοις εἰς ὅσον ἡ παροῦσα σφοδρότης ἐγχωρεῖ, μάλιστ’ ἂν οὕτως διαγνοίης. καὶ τὴν μὲν ἐκτὸς ἠρεμίαν ὅλην ἀκριβᾶς διαγνώσῃ δεόντως ἁπτόμενος, τὴν δ’ ἐντὸς, ὡς καὶ πρόσθεν εἴρηται, σὺν τοῖς ἀναισθήτοις μορίοις ἑκατέρας τῶν κινήσεων, τοῦ τε τῆς συστολῆς πέρατος καὶ τῆς ἀρχῆς τοῦ διαστέλλεσθαι. τὰς δ’ αἰτίας τούτων οὐ χαλεπὸν μὲν οὐδ’ αὐτῷ τινι τῶν ἐντυγχανόντων ἐξευρίσκειν, εἰ μὴ μάτην τῶν ἔμπροσθεν ἤκουσεν, εἰρήσονται δὲ καὶ πρὸς ἡμῶν οὐδὲν ἧττον διὰ βραχέων. ἐπεὶ τοίνυν οὐκ ἐνδέχεται γνῶναι, εἰ τοιαύτην τινὰ τὴν ἐκτὸς ἠρεμίαν ὁ σφυγμὸς ποιεῖται, μὴ συγχωρήσαντες κινηθῆναι τὴν ἀρτηρίαν ὡς ὅσον οἷόν τε, κωλύομεν δ’, ὅταν ἀμετρότερον ἐπιθλίβωμεν, δῆλον ὡς οὐκ ἄν ποτε σαφῶς αἰσθησόμεθα τοῦ ποσοῦ τῆς ἐκτὸς
820
ἠρεμίας, εἰ θλίβοιμεν ὑπὲρ τὴν παροῦσαν σφοδρότητα. ἀλλὰ ἴσως τις ἐρεῖ τὸ μὲν τῆς διαστολῆς μέγεθος θλιβόντων κωλύεσθαι, τὴν δὲ κίνησιν ἐμφαίνεσθαι μέχρι παντὸς, ἀπωθεῖσθαι γὰρ ὑπὸ τῆς ἀρτηρίας ἀνιούσης τὴν ἁφὴν, καὶ τότε παύεσθαι πρῶτον ὠθουμένην τε καὶ κινουμένην ὑπ’ αὐτῆς, ὅταν κᾀκείνη παύσηται. τοῦτο δ’ ὅτι ψεῦδός ἐστιν ἐν τῷ καθόλου καὶ διορισμοῦ δεῖται, γνωσόμεθα ῥᾳδίως, ἂν τῶν ἔμπροσθεν ἀναμνησθῶμεν, ἡνίκ’ ἐλέγομεν, ὡς κινουμένην τὴν ἀρτηρίαν ἐνίοτε συμβαίνει μὴ συγκινεῖν ἑαυτῇ τὰ ἐπικείμενα, νικηθεῖσαν ὑπὸ τοῦ βάρους αὐτῶν. οὐκ οὖν οὐδ’ ὁπόταν πιέζωμεν, εὔλογόν ἐστιν ἄχρι τοσούτου χρόνου προϊέναι τὴν κίνησιν αὐτῆς αἰσθητὴν ἐν ἅπασι τοῖς σφυγμοῖς, εἰς ὅσον ἄθλιπτός τε καὶ ἀβίαστος οὖσα προΐῃ. ὥστε κινουμένης κατὰ τὸν ἑαυτῆς λόγον τῆς ἀρτηρίας ἡσυχάζειν πολλάκις ἡμῖν ἤδη δόξουσιν οἱ σφυγμοὶ, καὶ τοσούτῳ θᾶττον ἄρχεσθαι τῆς ἠρεμίας, ὅσῳ τῆς αἰσθητῆς κινήσεως ἠκολούθησαν. ἐπεὶ δ’ ὅσον ὠθεῖ τὴν ἁφὴν ὁ σφυγμὸς ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν, τοσοῦτον κᾀν τῷ συστέλλεσθαι γίγνεται τὸ αἰσθητὸν, ἀνάγκη πᾶσα μηδὲ τῶν πρώτων μορίων τῆς συστολῆς
821
αἰσθάνεσθαι, ἀναισθήτων γενομένων τῶν ἐσχάτων τῆς διαστολῆς. πῶς οὖν δυνατὸν ἀκριβῶς διαγνῶναι τὴν ἐκτὸς ἠρεμίαν τὸν οὕτως ἁπτόμενον ὡς οὐκ ἐνδέχεται; μετρεῖν γὰρ δεῖ τὸ ποσὸν τῆς θλίψεως πρὸς τὴν ῥώμην τῆς ἀρτηρίας, εἰς τοσοῦτον θλίβοντας, εἰς ὅσον μηδὲν τῶν ἐσχάτων τῆς κινήσεως μορίων ἀναίσθητον ἔσται. δῆλον οὖν ὡς οὐκ ἐνδέχεται θλίβειν ἐν ἅπασιν, ἀλλ’ ἐν τοῖς σφοδροῖς μόνοις, οὐδ’ ἐν τούτοις εἰς τοσοῦτον, ὡς κινῆσαι τῷ βιαίῳ τῆς ἐπιβολῆς τὴν ῥώμην τῆς ἀρτηρίας. ἀσφαλέστατον οὖν, ὅταν τὴν ἐκτὸς ἡσυχίαν διαγινώσκειν ἐθέλῃς, ἀβιάστως ἐπιβάλλειν τὴν ἁφήν· τὴν δ’ ἐντὸς ἐκ τῶν ἐναντίων, εἰ μὴ βιάζοιο καὶ θλίβοις, οὐκ ἂν γνωρίσαις. ἀκολουθῆσαι γὰρ δεῖ τὴν ἁφὴν μέχρι παντὸς συστελλομένῃ τῇ ἀρτηρίᾳ, θλίβειν δ’ ἐν τοῖς σφοδροῖς μόνοις ἐγχωρεῖ. δῆλον οὖν ὡς καὶ ἐν τούτοις μόνοις διαγνωρίσει τὴν ἐντὸς ἡσυχίαν, οὐ μὴν οὐδ’ ἐν τούτοις ἀκριβῶς, ἀλλὰ πολλάκις μὲν συχνῷ μείζονος ἤπερ ὄντως ἐστὶ, πολλάκις δ’ ὀλίγῳ μὲν, ὅμως δ’ οὖν ἔτι μείζονος αὐτῆς ἐπαισθήσει. προσέρχονται γὰρ ἐξ ἀνάγκης δύο χρόνοι τῶν ἀναισθήτων μορίων ἑκατέρας τῶν κινήσεων, ὁ μὲν ἐπὶ πέρατι τῆς
822
συστολῆς, ὁ δ’ ἐν ἀρχῇ τῆς διαστολῆς, ὧν ἄλλοτ’ ἄλλο μῆκος ἐχόντων, ὡς ἔμπροσθεν ἐδείξαμεν, οὔτ’ ἴσον ἀεὶ τὸ προσιὸν ἔσται τῷ χρόνῳ τῆς ἐντὸς ἡσυχίας οὔτ’ ἀκριβής ποθ’ ἡ διάγνωσις.