De dignoscendis pulsibus

Galen

Galen, De dignoscendis pulsibus

Ἀγαθίνου τοίνυν λέγοντος ἀναίσθητον εἶναι τὴν συστολὴν τῆς ἀρτηρίας, Ἡροφίλου δὲ διὰ παντὸς ὡς ὑπὲρ αἰσθητῆς διαλεγομένου, χαλεπὸν ὄντως ἦν καὶ ἄπορον ἑτέρῳ πρὸ θατέρου πιστεῦσαι, τοσαύτην μὲν ἀμφοτέρων σπουδὴν εἰσενηνεγμένων εἴς τε τἄλλα τῆς ἰατρικῆς καὶ

787
τὴν περὶ τοὺς σφυγμοὺς τέχνην αὐξῆσαι, μακρῷ τε χρόνῳ τόν τε λογισμὸν καὶ τὴν αἴσθησιν ἱκανῶς γεγυμνασμένων. ἐδόκει δή μοι δίκαιον εἶναι πρῶτον μὲν ἀσκῆσαι τὴν ἁφὴν τῆς παρὰ μικρὸν αἰσθάνεσθαι διαφορᾶς, ἵν’ εἴπερ ἡμῖν αὐτοῖς ποτε καταφανὴς ἐναργῶς γένοιτο ἡ συστολὴ, μηκέτ’ ἄλλου δεοίμεθα μάρτυρος· δεύτερον δὲ καὶ τὴν τῶν πρεσβυτέρων ἱστορίαν ἀναλέξασθαι. τῶν πλείστων μὲν γὰρ καὶ τῶν ἀξιοπίστων αἰσθητὴν λεγόντων, μηδ’ ἂν ὅτι μάλιστα πολλῷ χρόνῳ τριβομένοις ἡμῖν ἔτ’ ἀναίσθητος φαίνηται, προαφίστασθαί τε καὶ ἀπογινώσκειν τῆς εὑρέσεως, εἰ δὲ μηδεὶς ἄλλος ἢ ὀλίγοι παντελῶς καὶ ἄπιστοι τοῦτο λέγοιεν, ἡμῖν τε περὶ αὐτὸ ἔχουσιν ἀδιάγνωστον φαίνεται, τηνικαῦτ’ ἤδη καὶ ἀπογινώσκειν τῆς εὑρέσεως αὐτοῦ καὶ ἀναίσθητον ὁμολογεῖν ὑπάρχειν. εὑρίσκοντες οὖν τοὺς μὲν Ἡροφιλείους σχεδὸν ἅπαντας αἰσθητὴν εἶναι λέγοντας, τοῦ δὲ περὶ τὸν Ἐρασίστρατον χοροῦ τοὺς μὲν ὁμολογοῦντας, τοὺς δ’ ἀρνουμένους, καὶ τρίτους τοὺς ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως, ὧν εἷς ἦν καὶ Ἀγαθῖνος, ὡσαύτως πρὸς ἀλλήλους
788
διαφερομένους, ὅσον μὲν ἐπὶ τῇ τῶν πρεσβυτέρων ἱστορίᾳ πλέον οὐδὲν ἡμῖν ἔγνωμεν ἐσόμενον, ἴσων σχεδὸν ἀριθμῷ τε καὶ ἀξιώματι τῶν ὁμολογούντων τοῖς ἀρνουμένοις ὑπαρχόντων· ἐφ’ ἡμῶν δ’ αὐτῶν ἅμα τοῖς διδασκάλοις διεσκοπούμεθα, μηδ’ αὐτοῖς ὁμολογοῦσι σαφῆ διάγνωσιν ἐσχηκέναι ποτὲ τῆς συστολῆς. ἐν τούτῳ δ’, οἷα εἰκὸς, καὶ λόγῳ τινὲς ἐκινοῦντο, καὶ πᾶσι μὲν αὐτοῖς ἐδόκει πιθανὸν εἶναι μὴ δύνασθαι τῆς ἀποχωρούσης ἀρτηρίας αἰσθάνεσθαι τὴν ἁφήν· ἤτοι γὰρ τῆς κινήσεως αὐτῆς, ἢ τῆς ἅμ’ αὐτῆς πληγῆς αἴσθησιν ἡμῖν γίγνεσθαι κατὰ τὴν διαστολὴν, ἀποχωρούσης δὲ καὶ συστελλομένης οὔτε πληγῆς ἔθ’ ἡμᾶς οὔτε κινήσεως αἰσθάνεσθαι· τῶν γὰρ ὁμιλούντων αὐτῇ καὶ προσιόντων καὶ ψαυόντων, οὐ τῶν ἀφισταμένων εἶναι διαγνωστικὴν, ἐπεὶ οὕτως ἂν καὶ τῶν ἐκ μακροῦ διαστήματος εἰς ἐπίγνωσιν ἐλθεῖν, εἴπερ ἅπαξ αὐτῇ συγχωρηθείη τῶν οὐχ ἁπτομένων αἰσθάνεσθαι. ταῦτα καὶ τοιαῦτα λέγοντες, ἀνέπειθόν με ῥᾳδίως, ὡς ἂν καὶ αὐτὴν τὴν ἁφὴν μάρτυρα ὧν ἔφασκον ἔχοντες. οὐ γὰρ ᾐσθανόμην τῆς συστελλομένης
789
τῆς ἀρτηρίας καὶ ὀλίγου δεῖν ἀπέστην ὡς οὐκ αἰσθητῆς αὐτῆς, εἰ μή μοί ποτε καθάπερ ἐκ παρατρίψεως πυκνῆς πῦρ ἐξαφθὲν καὶ λάμψαν ἐναργῶς ἔδειξε τὸ ἀληθὲς, ὥστε μηκέτι ἑτέρων δεῖσθαι μαρτύρων καὶ κριτῶν, ἀλλ’ αὐτὸν ἱκανὸν ἐμαυτῷ γενέσθαι. δηλώσω δὲ τὸ σύμπαν, ἐντεῦθεν ἀρξάμενος, ὅθεν περ καὶ αὐτὸν ἐμὲ ὁ λόγος ἐποδήγησεν. ἐπειδὴ τῶν ἁπτομένων σωμάτων τὰ μὲν ἐπιπολῆς ἀλλήλων ἅπτεται ψαύοντα μόνον, ἕτερά τε βιάζεται καὶ ὠθεῖ καὶ ἀνατρέπει, κᾀνταῦθα τὸ μὲν ἰσχυρότερόν τε καὶ σκληρότερον οἷον ἐγκαταβαίνει τῷ ἀσθενεστέρῳ τε καὶ μαλακωτέρῳ, θάτερον δ’ εἴκει τε καὶ ἀνατρέπεται καὶ οἷον περισχίζεται τῷ βιαζομένῳ τὴν διάλυσιν αὐτῶν ἀπ’ ἀλλήλων, οὐ τὸν αὐτὸν ἐνδέχεται γίγνεσθαι τρόπον, ἀλλὰ τὰ μὲν ἐπιπολῆς ἁπτόμενα καὶ ἀποχωρεῖ ἀθρόως, ὅσα δ’ εἴκοντος τοῦ μαλακωτέρου προσωτέρω ἰόντα οἷον ἐγκαταβαίνει αὐτῷ, ταῦτα οὐκ ἔτ’ ἀθρόως ἀφίσταται, ἀλλ’ ὅσον ἀπὸ τῆς πρώτης προσβολῆς ἐσωτέρω χωροῦντα ἐβιάσατο, τοσοῦτον ἀποχωριζομένοις αὐτοῖς αἰσθητὸν φυλάττεται. χρόνος γάρ τις ἐν τῷ μεταξὺ
790
γενήσεται τῆς τε πρώτης ὁρμῆς τοῦ ἀφίστασθαι καὶ τῆς ἐσχάτης τελευτῆς, μεθ’ ἣν οὐκέτ’ ἀφίστασθαι, ἀλλ’ ἐφεστάναι ἤδη λεχθήσεται, ἐν ᾧ χρόνῳ παντὶ κατὰ βραχὺ μὲν ἀποχωροῦντος τοῦ ἑτέρου, κατὰ βραχὺ δὲ τῆς θατέρου θλίψεως ἐκλυομένης, ἑκατέρων ἡ κίνησις αἰσθητὴ γενήσεται. εἰ δὲ δὴ καὶ τοῦτο προσείη, ὥστε τὸ μὲν κινούμενον κάτωθεν ἄνω φέρεσθαι, τὸ δ’ ἁπτόμενον ἄνωθεν ἐπικεῖσθαι, πρὸς τῷ τῆς θλίψεως ἀφαιρεῖσθαι τὸ ἐπικείμενον ἔτι καὶ οἷον καταπίπτειν αὐτῷ συμβήσεται, τοῦ πρότερον ἀντερείδοντός τε καὶ ὠθοῦντος ἄνω νῦν κάτω φερομένου.

Ταῦτα διά τε κύστεων καὶ ἀσκῶν καὶ φυσῶν καὶ τῶν τοιούτων ἁπάντων ὀργάνων ἔνεστι πείρᾳ μαθεῖν, ὅτῳ μὴ πάνυ ἐναργὴς ἡ διὰ τοῦ λόγου ἔνδειξις. εὑρεθήσεται γὰρ ἐπὶ πάντων ἔνθα μὲν ἀβίαστος ἡ τῶν ἁπτομένων ὁμιλία καὶ ἡ ἀποχώρησις ἄνευ χρόνου γιγνομένη, θατέρου δ’ ὑπάρχοντος ἰσχυροτέρου, εἰς ὅσον ἂν ὠθούμενον εἴη τὸ ἀσθενέστερον, εἰς τοσοῦτο καὶ τὸ κινούμενον, ὅταν ἀφίστηται τὸ βιασάμενον. εἰ δὲ δὴ καὶ κάτωθεν ἄνω τὸ θλῖβον ἔρχοιτο, πολὺ δήπου ῥᾷόν τε καὶ θᾶττον τηνικαῦτα 

791
τὸ ἀσθενέστερον ἀκολουθήσει τῷ ἰσχυροτέρῳ, σύμμαχον τῆς ἀκολουθήσεως προσλαβὸν τὴν εἰς τὸ κάτω ῥοπήν. δυνήσει δὲ πληρώσας ἢ ἀσκὸν ἢ κύστιν ἤ τι τοιοῦτον ἄλλο ὑγρᾶς οὐσίας ἢ ἀέρος ἐπιπολῆς μὲν ψαύειν αἴρων τε καὶ αὖθις προσφέρων μὲν δακτύλους, ἔπειτα δ’ ἤδη καὶ ὠθεῖν τε καὶ βιάζεσθαι πρόσω, κᾀνταῦθα πάλιν ἐναλλὰξ αἴρων τε καὶ προσφέρων. ὄψει γὰρ ἐναργῶς τὴν μὲν ἑτέραν τῶν ἀποχωρήσεων τὴν ἐπὶ τῇ ψαύσει χωρὶς αἰσθητοῦ χρόνου, τὴν δ’ ἑτέραν τὴν ἐπὶ τῇ θλίψει μετά τινος ἀεὶ χρόνου γιγνομένην. καὶ κατὰ μὲν τὴν προτέραν ἀκίνητον ὄψει τὸ ἀγγεῖον, εἴτε προσάγοις εἴτ’ ἀπάγοις τὸν δάκτυλον, ἐν δὲ τῇ δευτέρᾳ κινούμενον οὐ προσβάλλοντος μόνον, ἀλλὰ καὶ ἀφαιροῦντος. ἀνάλογον δή μοι τίθει τῷ μὲν δακτύλῳ ἀρτηρίαν, τῷ δ’ ἀγγείῳ τὸ ἐφαπτόμενον αὐτῆς σῶμα, καὶ μένοντος δηλονότι τοῦ ἁπτομένου καθ’ ἕνα καὶ τὸν αὐτὸν τρόπον, ἡ ἀρτηρία κινουμένη προσίτω τε καὶ ἀποχωρείτω. γιγνέσθω δὲ ἡ μέν τις προσβολὴ τῆς ἀρτηρίας τῷ ἔξωθεν ἁπτομένῳ σώματι οἷον ψαῦσίς τε καὶ ἐπαφὴ, καθάπερ ἐπὶ τῶν ἀμυδρῶν
792
ἔχει σφυγμῶν, ἡ δέ τις οὐ ψαῦσις μόνον, ἀλλὰ καὶ εἰς τὸ βάθος ὦσις, ὡς ἐπὶ τῶν σφοδρῶν. ἀνάγκη τοίνυν ἐπὶ μὲν τῆς προτέρας, ὅταν ἡ ἀρτηρία συστέλληται, τὸ μὲν, ὅτι ἀπεχώρησε τοῦ ἔξωθεν ἁπτομένου δύνασθαι λέγειν, τὸ δ’, ὅτι νῦν ἀποχωρεῖ μὴ δύνασθαι. χρόνου γὰρ ἡ τοιαύτη χρῄζει διάγνωσις, ἀθρόως δὲ καὶ χωρὶς αἰσθητοῦ χρόνου τῶν ἐπιπολῆς ἁπτομένων σωμάτων αἱ ἀποστάσεις γίγνονται. κατὰ δὲ τὴν ἑτέραν προσβολὴν τῆς ἀρτηρίας τὴν ἐπὶ τῶν σφοδρῶν σφυγμῶν, ὑφ’ ἧς ἀπωθεῖσθαι τὴν ἁφὴν ἡμῶν συμβέβηκε, πρότερον μὲν τοῦ χωρίζεσθαι ἡ αἴσθησις, ἐφεξῆς δ’ αὐτοῦ τοῦ κεχωρίσθαι ἡ διάγνωσις, οὐκέτι τῆς αἰσθήσεως τοῦτο γνωριζούσης, ἀλλὰ τῷ παύεσθαι τὸ ταύτης πάθος τοῦ νοῦ τότε ὡς χωριζόμενον νῦν κεχωρίσθαι συλλογισαμένου, τοῦ δ’ ἐπιπολῆς ἁπτομένου τὸ μὲν χωρίζεσθαι παντάπασιν ἀδιάγνωστον, τὸ κεχωρίσθαι δὲ κᾀπὶ τούτων συλλογισμῷ ληπτέον.

Ὅτι δ’ οὐ προσιόντος, ἢ ἀπιόντος, ἢ θλίβοντος, ἢ ἁπτομένου, ἢ ἀπωθουμένου πρώτην αἴσθησιν ἔχομεν, ἄνευ τῶν κατὰ τὸ ἡμέτερον σῶμα παθημάτων, οὐδ’

793
αὐτὸ οἴομαι λανθάνειν. αἰσθανόμεθα μὲν γὰρ ἀνατρεπομένης ἡμῶν τῆς σαρκὸς ἅμα τῷ περικειμένῳ δέρματι κατὰ τὴν προσβολὴν τῶν σφοδρῶν σφυγμῶν, συνεισέρχεται δὲ αὐτῷ κινουμένου τε καὶ βιαζομένου ἡ γνῶσις. καὶ μὲν δὴ καὶ ἀποχωρούσης τῆς ἀρτηρίας, ἡ μὲν αἴσθησίς ἐστι τῆς ἐν αὐτῷ τῷ ἡμετέρῳ σώματι κινήσεως. ἕπεται γὰρ τὸ εἴσω θλιβὲν ἢ τοῦ δέρματος ἡμῶν ἢ τῆς σαρκὸς μόριον ἀφισταμένῃ τῇ ἀρτηρίᾳ, τὴν ἐξ ἀρχῆς χώραν, ὅθεν ἀπεώσθη, καταλαμβανομένῃ, ἡ δὲ τοῦ χωρίζεσθαι γνῶσις συνεπινοεῖται. πρῶτα γάρ ἐστιν αἰσθητὰ ἐν τοῖς ἡμετέροις σώμασι τὰ παθήματα, δεύτερα δὲ τὰ τούτων ποιητικὰ, ἐκτὸς ὑποκείμενα. τῆς τε οὖν μετὰ τὴν θλίψιν ἀποχωρούσης τῆς ἀρτηρίας γινομένης ἡμῖν ἐν τοῖς ἁπτομένοις μορίοις κινήσεως αἰσθανόμενοι πρό τῆς ἐπὶ τῶν σφοδρῶν σφυγμῶν, κατὰ τοῦτο καὶ τὴν συστολὴν τῆς ἀρτηρίας ὑποπίπτειν αἰσθήσει φαμὲν, ὡς τῶν ποιούντων δηλονότι τὰ ἐν ἡμῖν πάθη συγκεχωρημένων αἰσθητῶν καλεῖσθαι· τό τε τῆς θλίψεως ἄνισον ἐνδείκνυται τὴν τοῦ θλίβοντος ἐπάνοδον. οὐδὲ γὰρ οὐδὲ τὴν ῥώμην οὐδὲ τὴν κίνησιν αὐτοῦ δι’ ἄλλου τινὸς ἐγνωρίσαμεν ἢ διὰ τοῦ τῆς
794
θλίψεως ἀνίσου. ἐπιβαλλόντων γὰρ ἡμῶν τοὺς δακτύλους τοῖς σφοδροῖς σφυγμοῖς, ἡ μὲν πρώτη προσβολὴ βραχὺ παντελῶς ὠθεῖ τὴν ἁφὴν, ἀπὸ ταύτης δ’ ἀεὶ καὶ μᾶλλον ἄχρι τῆς τελευτῆς ἐπιτείνεται ἡ θλίψις, ἥτις ἐνδείκνυται δηλονότι τήν τε κίνησιν καὶ τὴν ῥώμην τοῦ ἀπωθουμένου. θαυμαστὸν γὰρ δὴ, ὅπως οἱ ἀμυδροὶ σφυγμοὶ, κᾂν μέγιστοι τυγχάνωσιν ὄντες, οὐχ ὅπως μικροὶ παντελῶς φαίνονται θλιβόντων, ἀλλὰ καὶ παντάπασιν ἀφανίζονται. καί τις ἴσως ἀγνοῶν, ὡς χρὴ τῶν τοιούτων ἐπιπολῆς ψαύειν, ἄσφυκτον εἶναι φήσει τὸν ἄνθρωπον, ἐξ ὧν αὐτὸς κακῶς ἥψατο ψευδῶς ἀποφηνάμενος. οἱ σφοδροὶ δ’ ἅπαν τοὐναντίον ἐρειδόντων ἰσχυρῶς δέονται τῶν ἁπτομένων εἰς τὴν τῆς ῥώμης αὐτῶν διάγνωσιν. ἀπωθεῖσθαι γὰρ τηνικαῦτά σοι μᾶλλον δόξουσιν, ὅταν ἐπὶ πλεῖον αὐτοὺς βιάζῃ. καὶ γοῦν καὶ τὴν συστολὴν αἰσθητὴν οἱ σφοδροὶ μὲν ἅπαντες ἔχουσι, τῶν ἀμυδρῶν δ’ οὐδεὶς, αὐτῶν δὲ τῶν σφοδρῶν ἄλλος ἄλλου μᾶλλον, ἢ παρ’ αὐτὸ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ σφοδρότητι, ἢ διὰ μέγεθος καὶ μικρότητα, ἢ διὰ σκληρότητα καὶ μαλακότητα,
795
ἢ διὰ βραδύτητα καὶ τάχος. ὅστις γὰρ ἂν μέγιστός θ’ ἅμα καὶ σφοδρότατος καὶ σκληρὸς, καθ’ ὅσον οἷόν τε μεγέθει μιχθῆναι σκληρότητα, καὶ μὴ ταχὺς, σαφεστάτην οὗτος ἔχει τὴν συστολήν. οἱ δ’ ἄλλοι πάντες καθ’ ὅσον ἂν τούτων τινὸς ἔλαττον ἢ πλέον μετέχωσι, κατὰ τοσοῦτον ῥᾷον ἢ χαλεπώτερον γνωσθήσονται. προσεθήκαμεν δ’ ἐπὶ τῆς κατὰ τὴν σκληρότητα καὶ τὸ μέγεθος μίξεως τὸ, καθ’ ὅσον ἐνδέχεται, τοῦδε χάριν, ἵνα μή τις ὑπονοήσῃ δύνασθαί ποτε γενέσθαι τὸν αὐτὸν ἅμα σφυγμὸν ὥσπερ μέγιστόν τε καὶ σφοδρότατον, οὕτω καὶ σκληρότατον. οὐ γὰρ οἷόν τε συνελθεῖν ὥσπερ σφοδρότητι τὸ μέγεθος, οὕτω καὶ σκληρότητι, μεγίστους μὲν γὰρ καὶ σφοδροτάτους σφυγμοὺς πολλάκις ἂν εὕροις, σκληροτάτους δ’ ἅμα καὶ μεγίστους τοὺς αὐτοὺς οὐκ ἂν εὕροις, οὐ μὴν οὐδὲ σκληροὺς ἅμα καὶ μεγίστους, ἀλλ’ ὁ μέσος σκληροῦ καὶ μαλακοῦ σφυγμὸς, ὁ σύμμετρός τε κατὰ φύσιν, ἅμα τῷ μεγίστῳ πολλάκις εὑρίσκεται. καὶ μὲν δὴ καὶ σκληρόν θ’ ἅμα καὶ σφοδρὸν τὸν αὐτὸν εὑρήσεις πολλάκις, καὶ σκληρός θ’ ἅμα καὶ σφοδρότατος ἔστιν ὅτε φαίνεται, 
796
σφοδρότατον δὲ καὶ σκληρότατον οὐκέτ’ ἂν εὕροις τὸν αὐτὸν, ὥσπερ οὐδὲ μέγιστόν τε ἅμα καὶ σφοδρότατον καὶ ταχύτατον, ἀλλ’ οἱ μέγιστοι καὶ σφοδρότατοι τοὐπίπαν μὲν καὶ ταχεῖς εἰσιν, εἰ δὲ μὴ, ἀλλ’ οὐδὲ βραδεῖς γε. εἰ μὲν οὖν ἐνεδέχετο τὸν αὐτὸν ἅμα γενέσθαι σφυγμὸν σφοδρότατόν τε καὶ μέγιστον καὶ σκληρότατον καὶ βραδύτατον, ἡ πασῶν σαφεστάτη τῶν συστολῶν ἐπὶ τῶν τοιούτων ἐφαίνετ’ ἄν. ἐπεὶ δ’ ἀδύνατος ἡ μίξις, ὁ σφοδρότατος ἔτι καὶ μέγιστος καὶ μὴ μαλακὸς καὶ μὴ ταχὺς ἐναργεστάτην ἕξει τὴν συστολήν. σαφῆ δὲ καὶ ὁ σφοδρότατός γε καὶ μέγας καὶ σκληρός· καὶ μὲν δὴ καὶ ὅσοι σφοδροί θ’ ἅμα καὶ μεγάλοι καὶ σκληροὶ, καὶ τούτων ἧττον μὲν ἢ τῶν πρόσθεν, ὅμως δ’ ἔτι σαφὴς ἱκανῶς ἡ συστολή. τούτων δ’ ἧττον, ἀλλὰ καὶ αὕτη σαφὴς ἡ τοῦ σφοδροῦ καὶ μεγάλου καὶ μαλακοῦ. σαφὴς δ’ ἔτι καὶ ἡ τοῦ σφοδροῦ τε ἅμα καὶ συμμέτρου κατὰ μέγεθος καὶ σκληρότητα· τούτου δ’ ἀσαφεστέραν ἔχει τὴν συστολὴν, οὐ μὴν ἀδιάγνωστόν γ’ ὁ μέγας μὲν, σύμμετρος δ’ ἐν ταῖς λοιπαῖς δύο διαφοραῖς. καὶ ὅστις δὲ κατὰ τὰς τρεῖς διαφορὰς συμμέτρως ἔχει, δήλη
797
καὶ ἡ τοῦδε συστολή. δυσγνώριστος δ’ ἥ τε τοῦ σφοδροῦ τε καὶ μικροῦ. πάντως δ’ ὁ τοιοῦτος καὶ σκληρός ἐστι, καὶ ἡ τοῦ μικροῦ μὲν καὶ σκληροῦ, συμμέτρου δὲ κατὰ τὸν τόνον, ἔτι μᾶλλον ἀσαφής. εἰ δὲ μικρὸς καὶ μὴ σκληρὸς εἴη, καὶ σύμμετρος κατὰ τὸν τόνον, ἱκανῶς γεγυμνασμένης αἰσθήσεως ὁ τοιοῦτος δεῖται πρὸς τὴν γνῶσιν, ἔτι δὲ μᾶλλον εἰ μικρὸς καὶ μαλακὸς ὢν, μετρίως ἔχοι τοῦ τόνου. ἀμυδρὸς δὲ σφυγμὸς, εἴτε μεγάλῳ μιγνύμενος, εἴτε μικρῷ, δήλην ἔχει τὴν συστολήν. τῷ μὲν οὖν μεγίστῳ τὴν ἀρχὴν οὐδὲ μίγνυταί ποτε, καθάπερ οὐδὲ τῷ σκληροτάτῳ, μεγάλῳ δὲ μίγνυται μέν ποτε, ἀλλὰ πάντως ὁ τοιοῦτος ἐσχάτως μαλακός ἐστιν. εἰ δὲ τῷ σκληρῷ μιχθείη, μικρότατος ὁ τοιοῦτος ἐξ ἀνάγκης ἔσται. χρὴ τοίνυν τὸν βουλόμενον ἀσκῆσαι τὴν ἁφὴν, αἰσθάνεσθαι τῆς συστολῆς ἐναργῶς, αὐτό τε τοῦτο πρῶτον ἐπίστασθαι τὸ παραλειφθὲν ὑπὸ τῶν πρεσβυτέρων, ὡς οὔτε παντὸς σφυγμοῦ δυνατὸν αἰσθάνεσθαι τῆς συστολῆς, οὔθ’ ὧν αἰσθάνεσθαι δυνατὸν ὁμοίως ἐστὶν ἁπάντων σαφὴς, ἔπειτα δὲ καὶ τοὺς διορισμοὺς μεμνῆσθαι τοὺς ὑφ’ ἡμῶν ἄρτι
798
γεγραμμένους, ἵνα μήτ’ ἐφ’ ὧν ἀδύνατον αὐτῆς αἰσθέσθαι, γλιχόμενος ἐξευρίσκειν, εἶτ’ ἀπορῶν ἀποστῇ τελευτῶν ἁπάσης ὡς ἀναισθήτου, μήτ’ ἐφ’ ὧν δυνατὸν μὲν αἰσθέσθαι, μὴ σαφῶς δὲ, πρώτοις αὐτοῖς ἐγχειρεῖν, αὐτῶν τε τούτων ἀπογνῷ τῆς εὑρέσεως, καὶ πρὸς τὴν τῶν ἄλλων ζήτησιν ἀποκνέοι παντάπασιν. ἀλλ’ ἐφ’ ὧν ἐναργεστάτην συστολὴν φαίνεσθαι συμβέβηκεν, ἀπὸ τούτων ἄρξασθαι, τήν τε τῆς χειρὸς ἐπιβολὴν, ὡς εἴρηται, ποιούμενος καὶ μεμνημένος ὧν εἴρηται σκοπῶν, ὡς χρὴ πάντως ἢ σφοδρὸν, ἢ οὐκ ἀμυδρόν γε τὸν σφυγμὸν εἶναι τὸν μέλλοντα ποιήσειν αἰσθητὴν τοῖς ἁπτομένοις τὴν συστολήν. καὶ τοῦτο μὲν ἀχώριστον ὑπάρχειν αὐτῷ δεῖ, πρὸς δὲ τὴν σαφεστέραν διάγνωσιν οὐ σμικρὰ συντελεῖ τὸ μέγεθος, εἶναι δέ τινα καὶ παρὰ τῆς σκληρότητος ὠφέλειαν καὶ τῆς βραδύτητος. ὥστε μήτ’ ἐν ἀμυδρῷ ποτε σφυγμῷ συστολὴν αἰσθητὴν δύνασθαι γενέσθαι μήτ’ ἀναίσθητον ἐν σφοδρῷ, μᾶλλόν τε καὶ ἧττον ἐναργῆ παρὰ ταὐτὸν τὸν ζωτικὸν καλούμενον τόνον, ἧττόν τε καὶ μᾶλλον ἐνταθέντα καὶ παρὰ τὸ ποσὸν τῆς διαστολῆς καὶ παρὰ τὸ ποιὸν τοῦ τε χιτῶνος τῆς ἀρτηρίας καὶ τῆς κινήσεως.

799

Ἵν’ οὖν ὁλόκληρον ἔχωσιν οἱ φιλομαθεῖς τὴν ὁδὸν τῆς ἀσκήσεως, μὴ τὸ καθόλου μόνον ἀρκεσθῶμεν αὐτῆς εἰρηκότες, ἀπὸ τίνων ἄρχεσθαι σφυγμῶν προσήκει γυμνάζειν τὴν ἁφὴν ἐν τῷ ζητεῖν τὴν συστολὴν, ἀλλὰ καὶ οἵστισιν ὑπάρχουσιν οὗτοι νοσοῦσί τε καὶ ὑγιαίνουσιν, ἐφεξῆς εἴπωμεν. εἰ γὰρ ἔτι τοῦτο μάθοιεν, ῥᾷον, οἶμαι, τοῦ προκειμένου τύχοιεν, ἐπὶ μὲν οὖν τῶν ὑγιαινόντων ὅσοι σύμμετροί τε τὴν ἕξιν εἰσὶ καὶ τὴν φύσιν εὔκρατοι, καὶ τῆς ἡλικίας ἐν ἀκμῇ μάλιστα, καὶ τῶν ὡρῶν τοῦ ἔτους ἐν τῷ ἦρι καὶ γῆν ἐποικοῦσιν εὔκρατον, εὐρωστοῦσί τε καὶ λύπης καὶ δέους καὶ πλησμονῆς καὶ κινήσεως ἐκτός εἰσιν, οὗτοι πάντες σφοδρὸν καὶ μέγαν ἔχουσι τὸν σφυγμόν. εἰ δὲ καὶ γυμνάσαιντο σύμμετρα καὶ λουτροῖς μετρίοις θαλφθεῖεν, ἢ οἶνον μὴ πολὺν πάνυ προσενηνεγμένοι τύχοιεν, ἢ θυμοῖντο, ἢ ἀνδρίζοιντο, οὐ μεγάλους ἔτι καὶ σφοδροὺς ἁπλῶς, ἀλλ’ εἰς ἄκρον μεγίστους τε καὶ σφοδροτάτους ἕξουσι τοὺς σφυγμούς. οἱ αὐτοὶ δὲ νοσοῦντες οὗτοι τὸν ἀκριβῆ τριταῖον, ἢ καῦσον τὸν ἐπιεικῆ καὶ ἁπλοῦν, ἤ τινα ἄλλον θερμὸν ἰσχυρῶς

800
καὶ οἷον ζέοντα πυρετὸν, καὶ τῶν ἐφημέρων τινὰ τῶν ἐπὶ βουβῶσι καὶ ἐγκαύσεσι καὶ κόποις μετρίοις συνισταμένων, μεγίστους καὶ τόθ’ ἕξουσιν καὶ σφοδροτάτους σφυγμούς. εἰ δὲ τινὰ μὲν ὧν εἶπον παρείη αὐτοῖς, τινὰ δὲ μὴ, σφοδροὺς μὲν καὶ μεγάλους ἔτι ἔχοιεν ἂν, ἀλλ’ ἧττον, εἰ οὕτως ἔτυχεν, εἴ τινος ἀκμάζοντος καὶ ὑγιαίνοντος, οὐ μὴν συμμέτρου τὴν ἕξιν, ἀλλ’ ἤτοι πίονος, ἢ ἰσχνοῦ, χωρίον οἰκοῦντος ψυχρὸν, ἅπτοιο τῶν σφυγμῶν, σφοδροὺς μὲν εὑρήσεις αὐτοὺς καὶ μεγάλους, ἀλλ’ οὐχ ὁμοίους τοῖς προειρημένοις. οὐ μὴν ἀλλὰ κᾀπὶ τῶν τοιούτων ἁπάντων, ἐφ’ ὧν ὁ σφυγμὸς ἔτι μένει σφοδρὸς καὶ μέγας, εἰ καθ’ ὃν εἴπομεν τρόπον ἅπτοιο τῆς ἀρτηρίας, αἰσθήσῃ τῆς συστολῆς, ἐναργέστατα δ’ ἐφ’ ὧν εἴρηται μέγιστός τε καὶ σφοδρότατος. ὅτι μὲν οὖν εἰ σφοδρότατος εἴη, μᾶλλον ἐμπίπτει τῇ ἁφῇ, καὶ διὰ τοῦτο ἡ ἔφοδος αὐτοῦ σαφεστέρα γίγνεται, πρόσθεν ἐλέχθη· ὅτι δὲ καὶ εἰ μέγιστος, ᾧδ’ ἂν μάλιστα μάθοις, εἰ νοήσεις, ὅτι τοσοῦτον ἐν ταῖς συστολαῖς ἡ ἀρτηρία κάτω πέφυκε φέρεσθαι, 
801
ὅσον ἐν ταῖς διαστολαῖς ἄνω φέρεται. εἰ δὲ τοῦτο, μετὰ μεγίστης διαστάσεως ἑκατέραν ἀνάγκη φέρεσθαι τὴν κίνησιν, ἄνω μὲν ἐν τῷ διαστέλλεσθαι, κάτω δ’ ἐν τῷ συστέλλεσθαι, ὥστε τὴν μὲν ἄνω θεῖν ἐπὶ πλεῖστον, τὴν δ’ ἀφίστασθαι. τοῦ δ’ ἀφίστασθαι τὴν αἴσθησιν ἐλέγομεν, οὐ τοῦ ἀφεστάναι γίγνεσθαι· ἐφ’ ὅσον οὖν αὐξηθῇ τὸ ἀφίστασθαι τῷ τε τῆς διαστάσεως καὶ τῷ τοῦ χρόνου μεγέθει, καὶ ἡ διάγνωσις ἐπὶ τοσοῦτον αὐτοῦ σαφεστέρα γενήσεται. διὰ τοῦτο ἔφαμεν εἶναι τὴν πρώτην ἄσκησιν τῆς ἁφῆς οὐκ ἐπὶ τῶν σφοδροτάτων μόνον, ἀλλὰ καὶ μεγίστων ἅμα ποιεῖσθαι σφυγμῶν, καὶ μηδ’ ὠκέως πάνυ κινουμένων. ἐλέχθη δ’ ὅτι καὶ ἡ σκληρότης συντελεῖ τι πρὸς τὴν τῆς συστολῆς διάγνωσιν, οὐ μὴν τὴν αἰτίαν εἴπομεν ἐκεῖ. νῦν δ’ οὐδὲν κωλύει καὶ ταύτην ἤδη προσθεῖναι. τῷ γὰρ πληγῆς βιαίῳ μέγα συμβάλλεται καὶ ἡ τοῦ χιτῶνος τῆς ἀρτηρίας σκληρότης. εἴσῃ δ’ αὐτὸ κᾀπὶ τῶν ἐκτὸς σαφῶς, εἰ τῇ ἴσῃ ῥώμῃ χρώμενος, ἢ λίθον σκληρότατον ἐπερείδοις ὁτῳοῦν, ἢ ξύλον, ἤ τι τῶν μαλακῶν. ἀνάγκη γὰρ, οἶμαι, πολὺ θᾶττόν τε καὶ μᾶλλον ὑπὸ τοῦ
802
λίθου θλιφθῆναί τε καὶ ἀνατραπῆναι τὸ ἐπερεῖδον ἢ πρὸς τοῦ ξύλου. τῷ δ’ ἀνάλογον ἔχειν ἀεὶ τῇ κατὰ τὸ διαστέλλεσθαι βίᾳ τὴν αἴσθησιν τοῦ συστέλλεσθαι σαφέστεραι γενήσονται τῶν συστολῶν αἱ διαγνώσεις, ὁπόσαι βιαιοτέραις ἕπονται διαστολαῖς. μέγας δὲ σφυγμὸς οὔτε ῥᾳδίως μίγνυται τῷ σκληρῷ, καὶ τὰς διαθέσεις ἐν αἷς εἰς ταὐτὸν ἥκουσιν ἔν τε τῇ περὶ τῶν κατὰ τοὺς σφυγμοὺς αἰτίων πραγματείᾳ καὶ τῇ περὶ τῆς δι’ αὐτῶν προγνώσεως ἐροῦμεν. ἐν δὲ τῷ παρόντι τοσοῦτον ἀρκέσει τοῖς εἰσαγομένοις, παραδείγματος ἕνεκα, μαθεῖν, ὡς τοῖς ἰσχυροῖς μὲν τὴν ζωτικὴν δύναμιν, ἣν καὶ ζωτικὸν τόνον ἔνιοι τῶν ἰατρῶν καλοῦσι, πλημμελήσουσι δὲ κατὰ τὴν δίαιταν ἄλλα τέ τινα, οὐχ ἥκιστα δὲ καὶ περὶ τὰς τῶν οἴνων οὐκ ἐν καιρῷ πόσεις οἱ τοιοῦτοι συμπίπτουσι σφυγμοί. καὶ γὰρ οὖν καὶ ἐπὶ τούτων ὥσπερ κᾀπὶ τῶν ἔμπροσθεν εἰρημένων ἡ συστολὴ τῆς ἀρτηρίας ἐναργής. ὅτι δὲ καὶ ἡ βραδύτης ἐφ’ ὅσον αὔξει τὸν χρόνον τῆς ἀποχωρήσεως, ἐπὶ τοσοῦτον ἐναργεστέραν ἐνδείξεται τὴν κίνησιν, οὐδ’ αὐτὸ χαλεπὸν συλλογίσασθαι. καὶ διὰ τοῦτο καὶ αὕτη συντελεῖ τι πρὸς τὴν διάγνωσιν. οἷον μὲν οὖν εἶναι χρὴ σφυγμὸν τὸν αἰσθητὴν μέλλοντα ποιήσειν τὴν συστολὴν, αὐτάρκως εἴρηται.