De dignoscendis pulsibus

Galen

Galen, De dignoscendis pulsibus

Ποίῳ δέ τινι τρόπῳ τὴν ἐπιβολὴν τῆς χειρὸς προσήκει ποιεῖσθαι, μετὰ τοῦτο ἡμῖν ζητητέον ἐστὶν, ἆρά γε διὰ παντὸς ἄνωθεν τῆς ἀρτηρίας, ἢ κάτωθεν, ἢ ποτὲ μὲν οὕτως, ποτὲ δ’ ἐκείνως, καὶ πότερα θλίβοντας, ἢ ψαύοντας, ἢ ἐπιτιθέντας ἁπλῶς, ἢ ποτὲ μὲν οὕτως, ποτὲ δ’ ἐκείνως, ὡς ἂν ἡ τοῦ σφυγμοῦ δέηται φύσις. οὐδὲ γὰρ οὐδὲ περὶ τούτων οὐδὲν διώρισται τοῖς πρὸ ἡμῶν. ἡμεῖς δὲ καὶ ταῦτα ζητήσαντες, ὅσα τῷ τε λογισμῷ καὶ τῇ πείρᾳ περὶ αὐτῶν ἐξεύρομεν, εἰς τὸ κοινὸν φέροντες καταθήσομεν, ἵν’, εἰ μὲν αὐτάρκη φαίνοιτο, πᾶν ἤδη τὸ δέον ἔχοι παρ’ ἡμῶν ὁ λόγος, εἰ δὲ μὴ, ἀλλ’ ἐπὶ πλέοσί γε τοῖς χρηστοῖς εὑρημένοις ἄλλος τις καὶ ἄλλος ῥᾷον ἐξευρίσκοι τὸ λεῖπον. εἰ μὲν δὴ μετὰ τοῦ θλίβειν ἐπιβάλλοιμεν τὴν ἁφὴν, οὐδεμίαν εὑρίσκοιμεν αἰσθητὴν διαφορὰν ἐκ τοῦ κάτωθεν, ἢ ἄνωθεν τῆς ἀρτηρίας ἐπιφέρειν τὴν χεῖρα. καὶ εἰ ψαύοντες δὲ μόνον, οἷον αἰωροῦντες τοὺς δακτύλους, οὐδ’ οὕτως οὐδεμιᾶς αἰσθανόμεθα διαφορᾶς. ὁ δὲ τρίτος τρόπος τῆς ἐπιβολῆς, ὁ μεταξὺ τοῦ θλίβειν τε καὶ ψαύειν ἐπιπολῆς, οὐδὲ συστῆναι δύναται

804
κάτωθεν ἁπτομένοις τῆς ἀρτηρίας. ἐκλῦσαι γὰρ ἁπασῶν τηνικαῦτα χρὴ τὴν χεῖρα τῶν κατὰ προαίρεσιν κινήσεων οἷον πάρετον ἐπιθέντα. τοῦτο δ’ εἰ δράσαιμεν, ὑπὸ τοῦ βάρους καταφερομένης τῆς κατὰ τὴν ἀρτηρίαν ἐπαφῆς, ἀποῤῥυήσεται. κατὰ τοῦτον οὖν τὸν τρόπον τῆς ἐπιβολῆς μόνον ἄνωθεν ἔστιν ἅψασθαι, κάτωθεν δ’ οὐδέποτε. γίνεται δ’ ἐν αὐτῷ πολλάκις μὲν καὶ πάνυ σαφὴς ἡ συστολὴ, πολλάκις δ’ ἀμαυρὰ μὲν, οὐ μὴν ἄδηλός γε τοῖς ἠσκημένοις, ἐπὶ μὲν τῶν σφοδρῶν καὶ μεγάλων καὶ μὴ ταχέων ἐναργὴς, ἐπὶ δὲ τῶν συμμέτρων ἐν ἅπασι τοῖς εἰρημένοις γένεσιν ἀμαυρά. τὸ δ’ ὅτι θλιβόντων τοὺς σφοδροὺς καὶ μεγάλους καὶ μὴ ταχεῖς σφυγμοὺς ἐναργεστάτη πασῶν ἔσται συστολὴ, πρόσθεν εἴρηται, τὰς δ’ αἰτίας τούτων οὐ χαλεπὸν ἐξ ὧν ἐν ἐκείνοις εἶπον ἐξευρίσκειν. εἰς ὅσον γὰρ ὑπὸ τῆς ἀρτηρίας διαστελλομένης ἀνατρέπεσθαι συμβαίνει τὴν ἁφὴν, εἰς τοσοῦτον ἀποχωρούσης αὐτῆς αἰσθητὴν ἀνάγκη γίνεσθαι τὴν συστολήν. ἀνατρέπεται δ’ ἐν μὲν ταῖς θλίψεσιν ἐπὶ πλέον γ’ ἐν τοῖς προειρημένοις σφυγμοῖς, ἐν δὲ ταῖς ψαύσεσιν εἰς ἶσον τῷ μηδόλως. κατὰ δὲ τὰς μεταξὺ τούτων ἐπιβολὰς, ἃς οἷον
805
παρειμένης τῆς χειρὸς ἔλεγον γίγνεσθαι, συμμέτρως ἀνατρέπεται. ὥστε καὶ τῆς συστολῆς μᾶλλον ἐπὶ ταῖς θλίψεσι ἤπερ ἐν ταῖς ἁπλαῖς ἐπιβολαῖς αἰσθήσεται, καὶ οὐδὲν ἧττον κάτωθεν ἁπτομένων ἢ ἄνωθεν. ὁμοίως γὰρ ἀκολουθεῖ καθ’ ἑκάτερον ἡ ἁφὴ συστελλομένῃ τῇ ἀρτηρίᾳ. χρὴ δὲ καὶ αὐτὴν εἶναι τὴν ἁπτομένην χεῖρα μὴ μόνον εὐαίσθητον, ἀλλὰ καὶ μαλακήν. οὕτω γὰρ ὑπάρξει ῥᾳδίως αὐτῇ καὶ τῶν ἐλαχίστων αἰσθάνεσθαι κινήσεων. ὅτι μὲν οὖν ὥσπερ ὁρῶμέν τε καὶ ἀκούομεν ἑτέρων ἕτεροι φύσει βέλτιόν τε καὶ χεῖρον, οὕτω καὶ διὰ τῆς ἁφῆς αἰσθανόμεθα, πρόδηλον, οἶμαι, παντὶ τοῦτό γε ὑπάρχει· ὅτι δ’, εἰ πρὸς τούτῳ καὶ μαλακή τις ἡ σύστασις εἴη τῆς ἐν τοῖς δακτύλοις σαρκώδους φύσεως, ἑτοιμότερόν τε καὶ μᾶλλον ἐν τῷ προσπίπτειν τὴν ἀρτηρίαν ἀνατρεπομένην κατὰ μείζονος ἐν τῷ συστέλλεσθαι διαστάσεως ἐνεχθήσεται, οὐδ’ αὐτὸ νομίζω τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων ἀσαφὲς εἶναι. οὐ μὴν οὐδ’ ὅτι κατὰ μείζονος φερομένη διαστάσεως ἐναργέστερον αἰσθήσεται τῆς συστολῆς, οὐδὲ τοῦτ’ ἄδηλον. ὥστ’ εὔλογον τὴν μαλακωτέραν 
806
χεῖρα τῆς σκληροτέρας τῶν ἄλλων ἐπίσης ἐχόντων ἀκριβέστερον αἰσθάνεσθαι τῆς συστολῆς. κεφαλὴν οὖν ἤδη ἐπιθέντες τῷ λόγῳ μεταβαίνωμεν ἐφ’ ἕτερον. ζητήσεως οὔσης τοῖς ἰατροῖς περὶ τῆς κατὰ τὰς ἀρτηρίας συστολῆς καὶ τῶν μὲν λεγόντων αἰσθητὴν, τῶν δ’ ἀναίσθητον ὑπάρχειν αὐτὴν, ἐδείξαμεν ἡμεῖς μήτε διαπαντὸς αἰσθητὴν μήτ’ ἀναίσθητον εἶναι διαπαντός. καὶ πρῶτον μὲν τοὺς σφυγμοὺς εἴπομεν ἀφ’ ὧν ἐστιν αἰσθητὴ, δεύτερον δὲ τὰς διαθέσεις ἐν αἷς τοὺς τοιούτους ἐξευρήσομεν σφυγμοὺς, μετὰ ταῦτα δὲ πῶς μὲν ἅπτεσθαι προσήκει τὸν βουλόμενον ἀκριβῶς αἰσθάνεσθαι τῆς συστολῆς, ὁποίαν δ’ εἶναι χρὴ τὴν ἐπιβαλλομένην χεῖρα.

Τούτων δ’ οὕτως ἐχόντων ἑξῆς ἂν εἴη σκοπεῖσθαι, πότερον ὅλης αἰσθανόμεθα τῆς τε διαστολῆς καὶ τῆς συστολῆς, ἢ μόριον ἡμᾶς ἑκατέρας διαλανθάνει, καὶ εἰ διαλανθάνει, τί τοῦτό ἐστι καὶ πόσον. ἀρχὴν δὲ καὶ τούτῳ τῷ λόγῳ τὴν περὶ τῆς διαστολῆς κίνησιν ποιησόμεθα καὶ πρῶτον μὲν ἀναμνήσομεν ἡμᾶς αὐτοὺς, ὡς πολλάκις ἐπὶ πολλῶν ἀῤῥώστων μικροὺς καὶ ἀμυδροὺς ἐχόντων τοὺς σφυγμοὺς, οἷοι μάλιστα τοῖς τε συγκοπτομένοις γίνονται

807
σχεδὸν ἅπασι τοῖς ἀποθνήσκουσι, τινὲς μὲν τῶν ἰατρῶν ἐπὶ βραχὺ τῆς κινήσεως αἰσθάνονται, τινὲς δ’ οὐδ’ ὅλως· δεύτερον δ’, ὅτι καὶ ὁ αὐτὸς ἰατρὸς πολλάκις παρὰ τὸ προσηκόντως τε καὶ ἀκριβῶς, ἢ ῥᾳθύμως τε καὶ ἀμελῶς ἅπτεσθαι, ποτὲ μὲν αἰσθάνεται τῆς κινήσεως, ποτὲ δ’ οὔ. ὅταν οὖν τὴν αὐτὴν ἀρτηρίαν ὁ μέν τις τῶν ἰατρῶν ἄσφυκτον ὑπάρχειν, ὁ δέ τις σφύζειν ἔτι λέγει, καὶ πολλάκις ὁ αὐτὸς ἰατρὸς ἐν ἑνὶ καιρῷ παρὰ τὰς διαφόρους ἐπιβολὰς τῆς χειρὸς ἐν μέρει τἀναντία φησὶ, δῆλον ὡς διαφεύγει μόριόν τι τῆς κινήσεως τὴν ἁφήν. ἴσως τις ἐρεῖ τὸν ἄριστα μὲν πεφυκότα, κάλλιστα δ’ ἐπιβάλλοντα τὴν χεῖρα, τετριμμένον δ’ ἀκριβῶς, ἁπάσης αἰσθάνεσθαι τῆς διαστολῆς. καὶ πῶς τοῦτον εὑρήσομεν; τίς ἡμῖν ἐγγυήσεται φύσιν ἀνθρωπίνην εἰς τοσαύτην ἀκρίβειαν αἰσθήσεως ἥκειν, ὡς μηδὲν αὐτὴν μηδὲ τοὐλάχιστον παρελθεῖν; ἐγὼ μὲν γὰρ οὐδ’ ἐπὶ τῶν ἐκτὸς τούτων σωμάτων, ὧν ἐστιν αὐτῶν ἅψασθαι μηδενὸς ἐπίπροσθεν ὄντος ἑτέρου, δυναίμην ἂν ἀλαζονεύσασθαι βεβαίαν διάγνωσιν, οὐχ ὅπως ἐπὶ σώματος, οὗ πιμελὴ καὶ ὑμένες καὶ δέρμα πρόκειται
808
παχύτερον αὐτοῦ πολλάκις τοῦ τῆς ἀρτηρίας σώματος. εἰ δέ τις οὕτως ἐστὶ θρασὺς, ὡς ἀπαυθαδίσασθαί τε καὶ φάναι τὴν πρώτην ὁρμὴν τῆς κινήσεως γνωρίζειν ἐν ταῖς διαστολαῖς τῆς ἀρτηρίας, ἡδέως ἂν αὐτοῦ πυθοίμην, κατὰ ποίαν ἐπιβολὴν τῆς χειρὸς τοῦτο διαγιγνώσκει, πότερον ἐπιπολῆς ψαύων, ἢ θλίβων, ἢ ἀβιάστως ἐπιβάλλων. ἴσως μὲν οὖν, ἐάν τις τῶν μεγάλων ᾖ σοφιστῶν, ὅσοι τὰ μὲν ἔργα τῆς τέχνης μέχρι τοσούτου τρίβοντές εἰσιν, ὥστε μηδ’ εἰ πυρέττει τὴν ἀρχὴν ὁ ἄνθρωπος εἰδέναι, τῷ λόγῳ δ’ ὑπερφθέγγονται τὴν ἀλήθειαν, οὐδὲ εἰ πλείους εἰσὶν ἐπιβολαὶ τῆς χειρὸς, οὐδ’ εἰ καθ’ ἑκάστην αὐτῶν διαφοράν τινα λαβεῖν ἔστιν, ὁ τοιοῦτος ἐπίσταται. καὶ λῆρος αὐτῷ μακρὸς εἶναι δόξει τὰ ἡμέτερα καὶ οὐδ’ ὑπομενεῖ τὴν ἀρχὴν ὑπακοῦσαι τῶν λόγων. ἀλλ’ ἡμεῖς ὥσπερ καὶ τἄλλα τὰ πρόσθεν, οὕτω καὶ ταῦτα πρὸς τὸν τῆς ἀληθείας ἐραστὴν, κᾂν εἷς ᾖ, λέγωμεν, ὡς ἡ μὲν μέση τῶν ἐπιβολῶν, ἡ ἀβίαστος, τοσοῦτον αἰσθητὸν ἕξει τῆς κινήσεως, ἔν γε τοῖς οὐκ ἀμυδροῖς σφυγμοῖς, ὅσον καὶ ἡ ὄψις· ἐν γὰρ τοῖς ἀμυδροῖς καὶ τῆς ὄψεως αὐτῆς ἔλαττον αἰσθήσεται. ἡ δευτέρα δὲ, καθ’ ἣν θλίβομεν, ἐν μὲν
809
τοῖς ἀμυδροῖς ἔτι καὶ μᾶλλον τῆς προτέρας ἀφανῆ τὴν κίνησιν ἐργάσεται τῆς ἀρτηρίας, ἐν δὲ τοῖς σφοδροῖς προτέρα διαγνώσεται. ἡ δὲ τρίτη, καθ’ ἣν οἷον αἰωροῦμεν τὴν χεῖρα, παντελῶς ὀλιγοχρονίου τῆς κινήσεως αἰσθήσεται. τούτων δὲ καὶ τὰς ἀποδείξεις πειραθῶμεν εἰπεῖν, ἀπ’ αὐτῶν τῶν ἐναργῶν λαμβάνοντες τὰς ἀρχάς. τί δ’ ἂν ἐναργέστερον εἴη τοῦ πάσας τὰς ἀρτηρίας μήτ’ ὄψει μήθ’ ἁφῇ φαίνεσθαι κινουμένας, ἀλλὰ μόνας ὅσας τὸ δέρμα καλύπτει, καὶ τοῦτο μὴ πάνυ παχὺ, τὰς δ’ ὑπὸ σαρκὸς κρυπτομένας, ἢ καί τινων ἄλλων σωμάτων, ἀφανῆ τὴν κίνησιν ἔχειν, πλὴν εἴ ποτε τῶν ἐπικειμένων ἐκτακέντων ἰσχυρῶς αἰσθητὴ γένοιτο; καὶ αὐτῶν δὲ τῶν αἰσθητὴν ἀεὶ τὴν κίνησιν ἐχουσῶν ἀρτηριῶν ὅσα γυμνότερα μόρια καὶ ὑπ’ αὐτῷ τῷ δέρματι, σαφεστέραν ὄψει τε καὶ ἁφῇ τὴν κίνησιν ἐνδείκνυται. καὶ ἡ μεγίστη τῶν ἀρτηριῶν ἡ κατὰ τὴν ῥάχιν ἀφανῆ τέως ἔχουσα τὴν κίνησιν, ἐκτακέντος τοῦ ζώου διασημαίνει κατὰ τὸ ἐπιγάστριον· ᾧ δῆλον ὅτι τὰ μὲν κουφότερα σώματα ῥᾳδίως συνεξαίρουσιν αἱ ἀρτηρίαι διαστελλόμεναι, τὰ δὲ βαρύτερα δυσχερέστερον.
810
ὅσα δ’ ἱκανῶς βαρέα, ταῦτ’ οὐδόλως κινοῦσιν. ἔτι δ’ ἂν μᾶλλον ὃ λέγω μάθοις σαφῶς, εἰ ἐν ταῖς ἐπιφανῆ τὴν κίνησιν ἐχούσαις ἀρτηρίαις ἔξωθεν ἐπιβάλλοις τι κατὰ τοῦ δέρματος ἕτερον σῶμα λεπτὸν, οἷον φύλλον, ἢ ὑμένα, ἢ ὀθόνιον, ἢ ῥάκος, ἤ τι τοιοῦτον ἄλλο. φανεῖται γάρ σοι κινούμενον αὐτῇ διαστελλομένῃ. δεύτερον δ’ αὖθις ἶσον ἐπιβάλλοντι τῷ προτέρῳ, πολλῷ νῦν ἧττον ἄμφω φανεῖται κινούμενα, καὶ εἰ τρίτον ἐπιβάλλοις, ἧττον ἔτι μακρῷ, καὶ εἰ τέταρτόν γε καὶ πέμπτον, ὥστε καὶ εἰ παντάπασιν ἀκίνητα εἶναί σοι δόξει τὰ ἐπικείμενα γεγονέναι. καὶ εἰ μὲν ἔτι μᾶλλον σφοδρὸς ὁ σφυγμὸς εἴη, πλειόνων ἐπίθεσιν ἀνέξεται σωμάτων, εἰ δ’ ἧττον, ἐλαττόνων, εἴ δὲ μηδόλως εἴη σφοδρὸς, ἴσως ἂν οὐδὲ τὴν ἑνὸς ἀνάσχοιτο σώματος ἐπιβολήν. εἰ δὲ καὶ ἀμυδρὸν αὐτὸν ἐπινοήσαις γινόμενον, οὐχ ὅπως τι τῶν ἔξωθεν ἐπικειμένων τῷ δέρματι οὐ κινήσει σωμάτων, ἀλλ’ οὐδ’ αὐτὸ πολλάκις τὸ δέρμα. καὶ γὰρ οὖν καὶ φαίνεται τοῦθ’ οὕτως γιγνόμενον, εἰς ὅσον γὰρ ἂν εὐρωστότερος ὁ τόνος ᾖ τῆς ἀρτηρίας, εἰς τοσοῦτον ὄψει τὸ δέρμα κινούμενον. ἐκλυθέντος δ’ ἱκανῶς 
811
τοῦ τόνου, παντάπασιν ἀκίνητον φαίνεται. ὡς οὖν ἡ μὲν ἰσχυροτέρα κίνησις τῆς ἀρτηρίας οὐ τὸ δέρμα μόνον, ἀλλὰ καὶ πολλὰ τῶν ἔξωθεν ἐπιτιθεμένων σωμάτων ἠδύνατο συγκινεῖν, ἡ δ’ ἀσθενεστέρα τὸ δέρμα μόνον, ἡ δ’ ἔτι μᾶλλον ταύτης ἀῤῥωστοτέρα οὐδὲ τὸ δέρμα, τί θαυμαστὸν, εἶναι ταύτης ἑτέραν πάλιν ἀσθενεστέραν, ἣ μηδὲ τοὺς ὑποκειμένας ὑμένας ταῖς ἀρτηρίαις, μηδὲ τὴν πιμελὴν ἐξαίρειν δυνήσεται; τίς οὖν ἁφὴ τῆς τοιαύτης αἰσθήσεται κινήσεως; οὐδεμία δηλονότι. πρὸς γὰρ αὖ τοῖς εἰρημένοις οὐδὲ τοῦτ’ ἔστιν εἰπεῖν, ὡς θλῖψαι προσήκει τὸ κατὰ τῆς ἀρτηρίας δέρμα πιέσαντα τοῖς δακτύλοις, ἵν’ ἀπαντήσωμεν ἐλλιπῶς ἀναφερομένῳ τῷ σφυγμῷ. καὶ γὰρ ἐπὶ τῶν ἐχόντων αἰσθητὴν κίνησιν, ἀμυδρῶν δὲ, θλιψάντων ἡμῶν τὸ δέρμα παντελὴς ἀσφυξία γίνεται. τί ποτ’ οὖν οἴει πείσεσθαι τὴν μηδὲ τὸ δέρμα κινεῖν δυναμένην ἀρτηρίαν, εἰ προσέτι βαρύνοιμεν αὐτὴν τοῖς δακτύλοις; ἢ δῆλον ὅτι καὶ τὸ σωζόμενον τῆς κινήσεως προσαπολέσθαι; τὸ δ’ ὅλον ἀγνοεῖν μοι δοκοῦσι τὴν ἐκ τῆς ἀνατομῆς θέσιν τῶν ἀρτηριῶν οἱ διστάζοντες ὡς τὸ πρῶτον μέρος τῆς διαστολῆς αἰσθητόν ἐστιν. οὐδεμία γὰρ αὐτῶν τοῦ δέρματος ἅπτεται,
812
ἀλλ’ εἰ καὶ τὰς πάνυ δοκούσας προφανεῖς εἶναι καὶ πλησίον αὐτοῦ παραδείρας ἑκατέρωθεν ἐθέλοις ἐπισκοπεῖσθαι, πολὺ τοὐν μέσῳ φανεῖταί σοι τοῦ τε δέρματος καὶ τοῦ χιτῶνος τῶν ἀρτηριῶν. καὶ γὰρ ἂν καὶ ἀτόπως ἐπέπρακτο μόνον τοῦτο τῇ φύσει, καίτοι μηδὲν εἰκῆ δημιουργούσῃ, κατασκευάσαι μὲν ὄργανον πάντῃ διαστέλλεσθαι δυνάμενον, χώραν δ’ αὐτῷ μηδεμίαν παρασχεῖν ἐν ᾗ κινήσεται. ἀλλ’ οὐκ ἔχει ταῦθ’ οὕτως, πολλοῦ γε καὶ δεῖ· φαίνεται γὰρ ἐν ταῖς ἀνατομαῖς εὐρυχωρία τις ἱκανὴ περὶ τὴν ἀρτηρίαν, εἰς ἣν ἐν ταῖς ἀμετροτέραις σαρκώσεσιν ἡ σὰρξ ἀποχεομένη κωλύει διαστέλλεσθαι τὸ ἀγγεῖον εἰς ὅσον ἐπεφύκει. καὶ διὰ τοῦτο μικρός ἐστιν ὁ τῶν παχέων σφυγμός. τὸ μὲν γὰρ μῆκος αὐτοῦ βραχύτερον γίνεται, καὶ τὸ πλάτος στενότερον, τῷ πλήθει τῆς σαρκὸς θλιβόμενον· ἡ δ’ εἰς ὕψος ἄνοδος κωλύεται τῇ τῶν ἐπικειμένων σωμάτων εὐτροφίᾳ βαρυνθεῖσα. τῶν δ’ ἰσχνῶν μὲν τὴν ἕξιν, τἄλλα δ’ εὐρώστων, ἱκανὸν μὲν τό γε πλάτος καὶ τὸ μῆκος ὁ σφυγμὸς ἔχει, ἀξιόλογον δὲ καὶ τὴν εἰς ὕψος ἀνάβασιν. ἔτι δὲ μᾶλλον ἐφ’ ὧν χαλαρόν ἐστι τὸ δέρμα κατάδηλον γίνεται τὸ τοῦ διαστήματος αὐτοῦ τε
813
καὶ τοῦ τῆς ἀρτηρίας χιτῶνος. εἰ γὰρ οὕτως ἔχοντος σφοδρὸς ὁ σφυγμὸς, ἢ μὴ ἀμυδρός γ’ εἴη, δυνήσῃ τὸ κῶλον ὑπαλλάττων καὶ ποτὲ μὲν ὕπτιον, ποτὲ δὲ πρηνὲς ποιούμενος τὰς διαφορὰς τῶν τῆς ἀρτηρίας διαστάσεων, ἃς ἐγὼ νῦν εἶπον, φωράσαι σαφῶς τῇ θλίψει. τῷ μὲν γὰρ πλάτει καὶ τῷ μήκει τὸ πρανὲς σχῆμα πλεονεκτεῖν σοι φανεῖται, τῷ δ’ ὕψει καὶ τῷ χρόνῳ τὸ ὕπτιον. αἴτιον δ’ ἀμφοῖν τὸ χαλαρὸν τοῦ δέρματος, ἐν μὲν τοῖς ὑπτίοις σχήμασι τῆς χειρὸς ὡς ἂν ἄνωθεν ἐπικείμενον καὶ καταπῖπτον ἐπὶ τὴν ἀρτηρίαν, ἐν δὲ τοῖς πρηνέσιν ὡς ἂν κάτω ῥέπον ἐκκρεμαννύμενόν τε καὶ πλεῖστον ἀφιστάμενον. διὰ τοῦτο ἐν μὲν τοῖς ὑπτίοις σχήμασιν ἐν τῷ διΐστασθαι τὴν ἀρτηρίαν ἀπὸ τῶν ὑψηλοτέρων ἐπὶ τὰ πλάγια περιῤῥέον, διπλοῦταί τε καὶ οἷον ῥυτιδοῦται, καὶ πλεῖστον ἀθροιζόμενον ἐνταῦθα κωλύει κατὰ ταῦτα μάλιστα τὰ μέρη, τὸ μέγεθος τοῦ σφυγμοῦ. ἐν δὲ τοῖς πρανέσιν οὐδαμοῦ βαρῦνον, οὐδὲ διακωλύον τὴν κίνησιν τῆς ἀρτηρίας, οὐδὲ τοῦ μεγέθους τοῦ κατὰ τὸν σφυγμὸν ἀφαιρεῖται. πῶς οὖν οὐ καὶ κατὰ τὸ βάθος ἐπὶ πλέον ἐνταῦθα φαίνεται διαστελλόμενος ὁ σφυγμὸς, ἢ εἰ μὴ πλέον,
814
ἀλλὰ τό γ’ ἴσον τῇ κατὰ τὸ ὕπτιον; ὅτι τῇ τοῦ πλάτους τε καὶ τῇ τοῦ μήκους αὐξήσει κατακρύπτεται τὸ βάθος. καὶ ἄλλως, οὗπερ ἕνεκα πάντα ταῦτα λέγεται, χρόνῳ πλέονι φαινομένης ὡς πρὸς τὴν ὄψιν κινεῖσθαι τῆς ἐν τοῖς ἄνω μέρεσι τοῦ κώλου τεταμένης τῆς ἀρτηρίας, συμφαντάζεται καὶ ἡ εἰς ὕψος ἄνοδος μείζων γίνεσθαι. τὸ γὰρ ἐν χρόνῳ πλέονι φαινόμενον ἄνω φέρεσθαι ῥᾳδίως ἀναπείθει τὴν ὄψιν, ὡς κατὰ μείζονος διαστάσεως ἐνηνεγμένον, τὸ δὲ φέρεται μὲν κατὰ τῆς ἴσης, πρός γε τὴν ἀλήθειαν, ὅπως ἂν ἔχῃ θέσεως ἡ ἀρτηρία, τῷ δὲ προτέραν εἰς τὸ δέρμα διαδίδοσθαι τὴν ἐν τοῖς ὑπτίοις σχήμασι κίνησιν ὁ χρόνος αὐξανόμενος, ὡς πρὸς τὴν ὄψιν, ὁ τῆς διαστολῆς τὴν τοῦ βάθους οὕτως συναύξει φαντασίαν. ταῦτά τε οὖν τὰ φαινόμενα καὶ ἄλλα τινὰ παραπλήσια τὰ πρῶτα μέρη τῆς διαστολῆς ἐκφεύγειν ἐνδείκνυται τὴν ὄψιν. ὅσον δέ ἐστι ταύτης τῆς κινήσεως τὸ τῇ ὄψει αἰσθητὸν, τοσοῦτον καὶ τῇ ἀβιάστῳ ἁφῇ κατά γε τοὺς σφοδροὺς σφυγμοὺς, ἐπὶ τῶν γε ἀμυδρῶν, ἔλαττον πολλάκις. φανερὸν μὲν γὰρ, ὡς οὐκ ἐνδέχεται κατὰ τὸν τοιοῦτον
815
τρόπον τῆς ἐπαφῆς αἰσθέσθαι τῶν πρώτων τῆς διαστολῆς, ἀλλ’ οὐδ’ εἰ ψαύοις ἐπιπολῆς, οἷον αἰωρῶν τὴν χεῖρα. λοιπὸν οὖν, εἴπερ ἄρα, ἐν ταῖς θλιβούσαις ἐπιβολαῖς τῆς χειρὸς αἰσθέσθαι δυνατὸν τῶν πρώτων τῆς διαστολῆς. ἀλλ’ ὅτι γε μὴ κατὰ πάντας τοὺς σφυγμοὺς, ἀλλ’ εἴπερ οἷόν τε, κατὰ μόνους τοὺς σφοδροὺς, ἄντικρυς δῆλον, εἴ τι μεμνήμεθα τῶν εἰρημένων. τοῦτο μὲν δὴ ἡμῖν μέχρι τοσούτου προελήλυθε, τὸ μηκέτ’ ἄλλην τινὰ ἐπιβολὴν μήτ’ ἄλλον σφυγμὸν ὡμολογῆσθαι τὴν ἀρχὴν τῆς διαστολῆς αἰσθητὴν ἐγχωρεῖν ἐργάζεσθαι, πλὴν τῆς μετὰ θλίψεως ἐν τοῖς σφοδροῖς γινομένης, ἑξῆς δ’ ἴδωμεν, εἰ τοῦτ’ αὐτὸ τὸ ἐνδεχόμενον ὄντως ἀληθές ἐστιν, ἢ μόνον πιθανόν. ἐμοὶ μὲν γὰρ δοκεῖ κᾀν τούτοις διαφεύγειν ἔτι τὰ πρῶτα τῆς διαστολῆς, οὐ μὴν ὁμοίως γ’ ὥσπερ ἐπὶ τῶν ἄλλων σφυγμῶν, ἀλλὰ παντελῶς ἐλάχιστον εἶναι τὸ λανθάνον. μάθοις δ’ ἂν, εἰ νοήσαις, ὡς ἀναγκαῖόν ἐστι τὴν ἐκ τῆς ἀρτηρίας ἀρχομένην κίνησιν διαδοθῆναι, πρώτοις μὲν τοῖς περικειμένοις σώμασιν, εἶτα τῷ δέρματι παντὶ, καὶ τότ’ ἤδη τοῖς ἡμετέροις δακτύλοις.
816
οὔκουν ἐνδέχεται παντάπασιν ἄχρονον εἶναι τὴν οὕτω γινομένην τῆς κινήσεως μετάληψιν. εἰ δὲ τοῦτ’ ἀληθὲς εἴρηται, λανθάνειν ἀναγκαῖόν ἐστι τὴν ἀρχὴν τῆς κινήσεως. ἀλλὰ κᾀκ τοῦ πολὺ μακροτέρας αἰσθάνεσθαι τὴν ἁφὴν τῆς μετὰ τὸ συνιζῆσαι τὴν ἀρτηρίαν πρὸ τοῦ διαστέλλεσθαι γιγνομένης ἡσυχίας ἤπερ τῆς μετὰ τὸ διασταλῆναι πρὸ τοῦ συνιζάνειν οὐκ ἀλόγως ἄν τις ὑπονοήσειεν, ἐκφευγόντων ἡμᾶς μορίων τινῶν τῆς ἐντὸς κινήσεως τοῦτο γίνεσθαι. δῆλον γὰρ, ὡς εἴπερ ἄληπτον τὸ πρῶτον τῆς διαστολῆς, εἴη ἄν καὶ τὸ τῆς συστολῆς ἔσχατον ἀδιάγνωστον. οὐ γὰρ ἄν ποτε πλείονος, ἢ μείζονος αἴσθοιτο κινήσεως κατὰ τὴν συστολὴν ἡ ἁφὴ, εἴ γε ἀσμενιστέον ἐστὶ κᾂν τῆς ἴσης αἰσθέσθαι τῆς διαστολῆς. δηλοῦσι δὲ τοῦτο οἱ μηδόλως αὐτὴν αἰσθητὴν εἶναι λέγοντες, οὐκ ὀλίγοι τὸν ἀριθμὸν ὄντες, οὔτ’ εὐκαταφρόνητοι κατὰ τὴν ἐν τῇ τέχνῃ τριβήν. ἡμεῖς δ’, ὅτι μὲν αἰσθητὴ, καὶ πότε, μάλιστα φθάνομεν ἤδη δεδιδαχότες, συναπεδείξαμεν δὲ καὶ ὡς οὐκ ἐνδέχεται πλείονος αἰσθάνεσθαι κινήσεως τὴν ἁφὴν ἐν 
817
ταῖς συστολαῖς ἤπερ ἐν ταῖς διαστολαῖς, πλὴν εἰ μεταβολή ποτε κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἢ τῆς συστολῆς γίγνοιτο. τοῦτο δ’ ἐν ταῖς συστηματικαῖς ἀνωμαλίαις συμβαίνει. κείσθω τοίνυν καὶ διὰ τὸ τῆς ἐντὸς ἠρεμίας μέγεθος ἐκφεύγειν τὴν αἴσθησίν ποτε τό τε τῆς συστολῆς πέρας καὶ τὴν τῆς διαστολῆς ἀρχὴν, καὶ ἡμῖν ἤδη καὶ τὸ ἕτερον τῶν ζητημάτων τὴν προσήκουσαν ἐχέτω τελευτήν. ἑξῆς γὰρ ἦν τῷ περὶ τῆς διαστολῆς, εἰ ἔστιν αἰσθητὴ πᾶσα, τὸ περὶ τῆς συστολῆς ὁμοίως ἐπισκέψασθαι. φαινόμεθα δ’ ἐξ ὧν περὶ τῆς διαστολῆς εἴπομεν ἤδη καὶ τὸν περὶ τῆς συστολῆς πεπληρωκέναι λόγον. εἰ γὰρ οὐκ ἐνδέχεται πλείονος αἰσθέσθαι κινήσεως ἐν ταῖς συστολαῖς, ἀλλ’ ἤτοι τῆς ἴσης τῇ κατὰ τὰς διαστολὰς, ἢ ὅπερ ἀληθὲς, ἐλάττονος, πάσης δ’ οὐκ αἰσθανόμεθα τῆς ἐν ταῖς διαστολαῖς, δῆλον ὡς οὐδὲ πάσης αἰσθανόμεθα τῆς ἐν ταῖς συστολαῖς.

Λοιπῶν δ’ ὄντων δυοῖν προβλημάτων, τοῦ τε πόσον ἀναίσθητόν ἐστι τῆς διαστολῆς εἰπεῖν καὶ τοῦ πόσον τῆς συστολῆς, ἐοίκαμεν καὶ περὶ τούτων ἐξ ἇν εἰρήκαμεν

818
ἔχειν ἤδη τὸ καθόλου. τοσοῦτο γὰρ ἀναίσθητον τῆς διαστολῆς ὁ λόγος ἀπέδειξεν, ὅσον ἐν τῷ μεταξὺ γίγνεται τῆς τε πρώτης ὁρμῆς τοῦ κινεῖσθαι τὴν ἀρτηρίαν καὶ τοῦ διαδοθῆναι τὴν πληγὴν ἄχρι τῆς ἡμετέρας ἁφῆς. κατ’ εἴδη δὲ τέμνοντες αὐτὸ, πλεῖστον μὲν ἐν τοῖς ἀμυδροῖς τε ἅμα καὶ μεγάλοις εὑρήσομεν, ὧν ἐπιπολῆς ἐψαύομεν, ἐλάχιστον δ’ ἐν τοῖς σφοδροῖς, οὓς θλίβοντες διεγινώσκομεν, μέσον δ’ ἀμφοῖν ἐν ταῖς μέσαις ἐπιβολαῖς τῆς χειρὸς, κᾀν ταύταις δὲ παρὰ τὸ σφοδρὸν ἢ οὐ σφοδρὸν εἶναι τὸν σφυγμὸν ἄνισον. ἐπειδή τοι ἴσον αἰσθανόμεθα τῆς συστολῆς, ὅσον περ καὶ τῆς διαστολῆς, ἢ βραχεῖ τινι μεῖον, εἴη ἂν καὶ τὸ τῆς συστολῆς ἀναίσθητον ἤτοι τοσοῦτον, ὅσον καὶ τὸ τῆς διαστολῆς, ἢ βραχεῖ τινι πλέον. τὰ μὲν οὖν πρῶτα ζητήματα καὶ οἱονεὶ στοιχεῖα τοῦ λόγου

τὰ περὶ τῶν κυριωτάτων μερῶν τοῦ σφυγμοῦ σχεδὸν ἤδη τέλος ἔχει. τὰ γὰρ ὑπόλοιπα δύο κατά τι συμβεβηκὸς μᾶλλον, οὐ κυρίως οὐδὲ πρώτως ἐστὶ μόρια τοῦ σφυγμοῦ, ἥ τ’ ἐντὸς καὶ ἡ ἐκτὸς ἡσυχία τῆς ἀρτηρίας.

819
ἐπεὶ δὲ καὶ διὰ τούτων προγινώσκεταί τινα, περὶ τῆς διαγνώσεως αὐτῶν ἀναγκαῖον εἰπεῖν. τὴν μὲν οὖν ἐκτὸς ἡσυχίαν ἁπλῶς ἐπιβάλλων τὴν χεῖρα μάλιστ’ ἂν γνωρίσαις πηλίκη τίς ἐστιν, ἢ εἰ καὶ θλίβειν ἐθέλοις ἐν τοῖς σφοδροῖς δηλονότι σφυγμοῖς, εἰς τοσοῦτον βιαζόμενος, εἰς ὅσον οὐδὲν κωλῦσαι τῆς κινήσεως· τὴν δὲ ἐντὸς εἰ θλίβοις εἰς ὅσον ἡ παροῦσα σφοδρότης ἐγχωρεῖ, μάλιστ’ ἂν οὕτως διαγνοίης. καὶ τὴν μὲν ἐκτὸς ἠρεμίαν ὅλην ἀκριβᾶς διαγνώσῃ δεόντως ἁπτόμενος, τὴν δ’ ἐντὸς, ὡς καὶ πρόσθεν εἴρηται, σὺν τοῖς ἀναισθήτοις μορίοις ἑκατέρας τῶν κινήσεων, τοῦ τε τῆς συστολῆς πέρατος καὶ τῆς ἀρχῆς τοῦ διαστέλλεσθαι. τὰς δ’ αἰτίας τούτων οὐ χαλεπὸν μὲν οὐδ’ αὐτῷ τινι τῶν ἐντυγχανόντων ἐξευρίσκειν, εἰ μὴ μάτην τῶν ἔμπροσθεν ἤκουσεν, εἰρήσονται δὲ καὶ πρὸς ἡμῶν οὐδὲν ἧττον διὰ βραχέων. ἐπεὶ τοίνυν οὐκ ἐνδέχεται γνῶναι, εἰ τοιαύτην τινὰ τὴν ἐκτὸς ἠρεμίαν ὁ σφυγμὸς ποιεῖται, μὴ συγχωρήσαντες κινηθῆναι τὴν ἀρτηρίαν ὡς ὅσον οἷόν τε, κωλύομεν δ’, ὅταν ἀμετρότερον ἐπιθλίβωμεν, δῆλον ὡς οὐκ ἄν ποτε σαφῶς αἰσθησόμεθα τοῦ ποσοῦ τῆς ἐκτὸς
820
ἠρεμίας, εἰ θλίβοιμεν ὑπὲρ τὴν παροῦσαν σφοδρότητα. ἀλλὰ ἴσως τις ἐρεῖ τὸ μὲν τῆς διαστολῆς μέγεθος θλιβόντων κωλύεσθαι, τὴν δὲ κίνησιν ἐμφαίνεσθαι μέχρι παντὸς, ἀπωθεῖσθαι γὰρ ὑπὸ τῆς ἀρτηρίας ἀνιούσης τὴν ἁφὴν, καὶ τότε παύεσθαι πρῶτον ὠθουμένην τε καὶ κινουμένην ὑπ’ αὐτῆς, ὅταν κᾀκείνη παύσηται. τοῦτο δ’ ὅτι ψεῦδός ἐστιν ἐν τῷ καθόλου καὶ διορισμοῦ δεῖται, γνωσόμεθα ῥᾳδίως, ἂν τῶν ἔμπροσθεν ἀναμνησθῶμεν, ἡνίκ’ ἐλέγομεν, ὡς κινουμένην τὴν ἀρτηρίαν ἐνίοτε συμβαίνει μὴ συγκινεῖν ἑαυτῇ τὰ ἐπικείμενα, νικηθεῖσαν ὑπὸ τοῦ βάρους αὐτῶν. οὐκ οὖν οὐδ’ ὁπόταν πιέζωμεν, εὔλογόν ἐστιν ἄχρι τοσούτου χρόνου προϊέναι τὴν κίνησιν αὐτῆς αἰσθητὴν ἐν ἅπασι τοῖς σφυγμοῖς, εἰς ὅσον ἄθλιπτός τε καὶ ἀβίαστος οὖσα προΐῃ. ὥστε κινουμένης κατὰ τὸν ἑαυτῆς λόγον τῆς ἀρτηρίας ἡσυχάζειν πολλάκις ἡμῖν ἤδη δόξουσιν οἱ σφυγμοὶ, καὶ τοσούτῳ θᾶττον ἄρχεσθαι τῆς ἠρεμίας, ὅσῳ τῆς αἰσθητῆς κινήσεως ἠκολούθησαν. ἐπεὶ δ’ ὅσον ὠθεῖ τὴν ἁφὴν ὁ σφυγμὸς ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν, τοσοῦτον κᾀν τῷ συστέλλεσθαι γίγνεται τὸ αἰσθητὸν, ἀνάγκη πᾶσα μηδὲ τῶν πρώτων μορίων τῆς συστολῆς
821
αἰσθάνεσθαι, ἀναισθήτων γενομένων τῶν ἐσχάτων τῆς διαστολῆς. πῶς οὖν δυνατὸν ἀκριβῶς διαγνῶναι τὴν ἐκτὸς ἠρεμίαν τὸν οὕτως ἁπτόμενον ὡς οὐκ ἐνδέχεται; μετρεῖν γὰρ δεῖ τὸ ποσὸν τῆς θλίψεως πρὸς τὴν ῥώμην τῆς ἀρτηρίας, εἰς τοσοῦτον θλίβοντας, εἰς ὅσον μηδὲν τῶν ἐσχάτων τῆς κινήσεως μορίων ἀναίσθητον ἔσται. δῆλον οὖν ὡς οὐκ ἐνδέχεται θλίβειν ἐν ἅπασιν, ἀλλ’ ἐν τοῖς σφοδροῖς μόνοις, οὐδ’ ἐν τούτοις εἰς τοσοῦτον, ὡς κινῆσαι τῷ βιαίῳ τῆς ἐπιβολῆς τὴν ῥώμην τῆς ἀρτηρίας. ἀσφαλέστατον οὖν, ὅταν τὴν ἐκτὸς ἡσυχίαν διαγινώσκειν ἐθέλῃς, ἀβιάστως ἐπιβάλλειν τὴν ἁφήν· τὴν δ’ ἐντὸς ἐκ τῶν ἐναντίων, εἰ μὴ βιάζοιο καὶ θλίβοις, οὐκ ἂν γνωρίσαις. ἀκολουθῆσαι γὰρ δεῖ τὴν ἁφὴν μέχρι παντὸς συστελλομένῃ τῇ ἀρτηρίᾳ, θλίβειν δ’ ἐν τοῖς σφοδροῖς μόνοις ἐγχωρεῖ. δῆλον οὖν ὡς καὶ ἐν τούτοις μόνοις διαγνωρίσει τὴν ἐντὸς ἡσυχίαν, οὐ μὴν οὐδ’ ἐν τούτοις ἀκριβῶς, ἀλλὰ πολλάκις μὲν συχνῷ μείζονος ἤπερ ὄντως ἐστὶ, πολλάκις δ’ ὀλίγῳ μὲν, ὅμως δ’ οὖν ἔτι μείζονος αὐτῆς ἐπαισθήσει. προσέρχονται γὰρ ἐξ ἀνάγκης δύο χρόνοι τῶν ἀναισθήτων μορίων ἑκατέρας τῶν κινήσεων, ὁ μὲν ἐπὶ πέρατι τῆς
822
συστολῆς, ὁ δ’ ἐν ἀρχῇ τῆς διαστολῆς, ὧν ἄλλοτ’ ἄλλο μῆκος ἐχόντων, ὡς ἔμπροσθεν ἐδείξαμεν, οὔτ’ ἴσον ἀεὶ τὸ προσιὸν ἔσται τῷ χρόνῳ τῆς ἐντὸς ἡσυχίας οὔτ’ ἀκριβής ποθ’ ἡ διάγνωσις.