De dignoscendis pulsibus

Galen

Galen, De dignoscendis pulsibus

    Τῆς περὶ τοὺς σφυγμοὺς θεωρίας εἰς τέτταρα μέρη νενεμημένης τὸ μὲν πρῶτον ἐξαριθμεῖται τὰς κατ’ εἴδη τε καὶ γένη διαφορὰς αὐτῶν, τὸ δὲ δεύτερον αὐτὸ δὴ τοῦτο, ὃ νῦν ἐστιν ἡμῖν προκείμενον, τὸ περὶ τῆς διαγνώσεως αὐτῶν, τὸ δὲ τρίτον τὰς αἰτίας τῆς γενέσεως ἑκάστου διδάσκει, τὸ δὲ τέταρτόν τε καὶ ἔσχατον, οἷόν τι δηλοῦν πέφυκεν ἰατροῖς μὲν ἁπάντων τὸ τιμιώτατον, ὥστε καὶ τἄλλα διὰ τοῦτο μεταχειρίζονται, φιλοσόφοις δ’, ὅσοι τὴν περὶ φύσεως ἐπιστήμην ἐζήτησαν, οὐ παντελῶς ἄτιμον·

    767
    ὅθεν εἰκότως τὸ μὲν πρῶτον ἁπάντων μόριον κοινὸν ἐξ ἴσου ἰατροῖς τε καὶ φιλοσόφοις, τὸ δὲ δεύτερόν τε καὶ τέταρτον ἰατρῶν μᾶλλον ἴδιον, ὥσπερ τὸ τρίτον φιλοσόφων. ταῦτ’ ἄρα τὸ μὲν τρίτον ἱκανῶς ἀμφοτέροις ἐσπούδασται, τοῖς μὲν αὐτὸ δὴ τὸ τιμιώτατον ὑπάρχον, τοῖς δ’ ἐγγύτατα τοῦ τιμιωτάτου, τὸ δὲ τέταρτον ἧττον μὲν τούτου, μόνων ἰατρῶν ὑπὲρ αὐτοῦ γραψάντων, μᾶλλον δὲ τῶν ἄλλων. τὸ δὲ πρῶτον ὑπὸ μὲν τῶν σοφιστῶν ἀμετρότερον, ἰατροῖς δὲ, ὅσοις τῶν ἔργων τῆς τέχνης πλείων φροντὶς ἢ τοῦ ληρεῖν ἐν διατριβαῖς, αὐτάρκως ἐσπούδασται. λοιπὸν δὲ τὸ δεύτερον, οὔτε φιλοσόφων τις ἔγραψεν, οὐ γὰρ δὴ τῷ τρίτῳ γε, ἀλλὰ τῷ τετάρτῳ χρήσιμον ἦν, οὔτε ἰατρῶν, πλὴν ἐπὶ βραχὺ παντελῶς οἱ περὶ τὸν Ἀρχιγένην. δεῖται δὲ λόγου μὲν ἥκιστα συχνοῦ τοῦτο, χρόνου δ’ ὁμοῦ τῶν ἄλλων ἁπάντων μακροτέρου. πρὸς γὰρ τὸ χρῆναι τὴν ἁφὴν ἀσκῆσαι, ὥστε τῆς παρὰ μικρὸν ἀκριβῶς αἰσθάνεσθαι διαφορᾶς, οὐδ’ ἐφ’ ἡμῖν ἐστιν ἡ ἄσκησις αὐτῆς. τὴν μὲν γὰρ τῶν ἀρμένων τε καὶ ὀργάνων χρῆσιν, ἔτι τε τὰς ἀνατομὰς, καὶ τὴν περὶ τοὺς
    768
    ἐπιδέσμους τε καὶ βρόχους ἐμπειρίαν, ὅσαι τ’ ἄλλαι χειρουργίαι τοῖς ἰατροῖς ἀναγκαῖαι, τάχ’ ἄν τις καὶ χωρὶς τῶν ἔργων ἐκμάθοι. καὶ τά γε πολλὰ οὕτω δρῶμεν, μιμήματα τῶν ἀληθινῶν μηχανώμενοι, δι’ ὧν εἰς μὲν τὸ τέλειον ἐλθεῖν οὐχ οἷόν τε, πλεῖστον δ’ οὖν προελθεῖν καὶ πλησίον τοῦ τέλους ἀφικέσθαι δυνατόν. ἐν δὲ τῇ περὶ τοὺς σφυγμοὺς τριβῇ, τί ἄν τις ἐξεύροι μίμημα δορκαδίζοντος, ἢ σκωληκίζοντος, ἤ τινος τῶν σπανίως μὲν γινομένων, μέγα δέ τι δηλούντων; οὐδὲν οὐδ’ ἐγγύς· ἀλλὰ λόγῳ μὲν αὐτῶν τὴν φύσιν ἑρμηνεῦσαι δυνατώτερος ἕτερος ἑτέρου. ὥστε δ’ ἀσκῆσαι γνωρίζειν ἐντυχόντα ῥᾷστα καὶ ἀκριβέστατα, χωρὶς τῆς ἐπ’ αὐτῶν τῶν ἔργων τριβῆς, οὐδὲν ἂν εὕροις τοιοῦτο μηχάνημα τοῖς ἰατροῖς ἐπινενοημένον, οἷα περὶ τὰς ἄλλας χειρουργίας. διά τε οὖν τοῦτο χρόνου δεῖται μακροῦ καὶ προσέτι διὰ τὴν τῆς φύσεως τῶν πραγμάτων ἀκρίβειαν. εἰ γὰρ οἱ πλαστικοὶ μὲν καὶ γραφικοὶ τὴν ὄψιν, οἰνοτροπικοὶ δὲ καὶ μαγειρικοὶ τὴν γεῦσιν, τὴν ὄσφρησιν δὲ οἱ περὶ τὴν τῶν μύρων σκευασίαν, καὶ τὴν ἀκοὴν οἱ μουσικοὶ, καίτοι τὴν ὕλην τῆς τέχνης ἄφθονον ἔχοντες,
    769
    οὐχ ἡμέραις, οὐδὲ μησὶν, ἀλλ’ ἔτεσι συχνοῖς εἰς ἀκρίβειαν ἀσκοῦσιν, πόσου χρὴ δοκεῖν δεῖσθαι χρόνου τὸν ἰατρὸν εἰς τὴν τῆς ἁφῆς ἄσκησιν; ὃν καθ’ ἕνα χρόνον πάμπολλα χρὴ γνωρίσαι παθήματα τῆς ἀρτηρίας, οὐχ ὡς οἱ πλαστικοὶ τὰ σχήματα μόνον, ἢ οἱ γραφικοὶ τὰς χρόας, ἀλλὰ πρῶτον μὲν τὸ ποσὸν τῆς διαστάσεως, εἶτα τήν τε ποιότητα καὶ τὸν χρόνον τῆς κινήσεως, κᾄπειθ’ οὕτω τὸν τόνον τῆς κινούσης αὐτὰ δυνάμεως, εἶτ’ αὐτὸν τὸν χιτῶνα τῆς ἀρτηρίας, ὅπως ἔχει. ταῦτα γὰρ πάνθ’ ἅμα γνωρίζειν χρὴ, διαστελλομένης αὐτῆς. καὶ μὲν δὴ καὶ τὴν τῆς θερμασίας ποιότητα σαφέστερον ἡ διὰ τῆς κινήσεως προσβολὴ τῆς ἀρτηρίας γνωρίζει, καὶ εἰ ὁμαλῶς, ἢ ἀνωμάλως ἅπαντα τὰ εἰρημένα γίγνεται καθ’ ἕν τι μόριον καὶ κατὰ διαφέροντα. ταῦτα μὲν ἐν τῷ διαστέλλεσθαι χρὴ γνωρίσαι, παραπλήσια δ’ αὐτοῖς ἐν τῷ συστέλλεσθαι καὶ τὸν μεταξὺ χρόνον ἀμφοῖν ὃν ἠρεμεῖ διττὸν ὄντα, τὸν μὲν ἐπὶ τῷ διασταλῆναι πρὸ τοῦ συστέλλεσθαι, τὸν δ’ ἐπὶ τῷ συσταλῆναι πρὸ τοῦ διαστέλλεσθαι, καὶ τὸν τούτων πρὸς ἀλλήλους λόγον, τοῦ τε τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς κινήσεως καὶ τοῦ τῆς ἡσυχίας πρὸς
    770
    τὸν τῆς ἡσυχίας καὶ συναμφοτέρου πρὸς συναμφότερον, ἃ σύμπαντα πρὸ τοῦ δεύτερον πλήττειν τὴν ἀρτηρίαν ἐγνῶσθαι χρὴ τοῦ πρώτου συμπληρουμένου σφυγμοῦ. τοῦ γὰρ δὴ δευτέρου ὑπαρξαμένου ταῦτά τε χρὴ σκοπεῖσθαι περὶ ὧν ἐπὶ τοῦ πρώτου δεδήλωται καὶ παραβάλλειν τὰ κατ’ ἐκεῖνον ῥηθέντα τοῖς κατὰ τοῦτον, ἵν’ ὁμαλότητα καὶ ἀνωμαλίαν αὐτῶν γνωρίσῃς καὶ ἁπάσας τὰς διαφορὰς, εἶτα καὶ τρεῖς καὶ τέτταρας καὶ πέμπτους καὶ πολλοὺς ἑξῆς ἰδεῖν σφυγμοὺς, ἵνα σοι τάξις τε καὶ ἀταξία γνωρισθῇ. ταῦτ’ οὖν ἅπαντα πόσης οἴει δεῖσθαι τριβῆς; ἐμοὶ μὲν γὰρ, εἰ χρὴ μὴ ψευσάμενον εἰπεῖν, ἅπαντος τοῦ ἀνθρωπίνου βίου δεῖσθαι δοκεῖ πρός γε τὴν τελειοτάτην ἐπιστήμην, εἰς δὲ τοσαύτην ὅση καὶ ἡμῖν ἤδη ἐστὶν οὐχ ἓξ μηνῶν μόνον, ἐν ὅσοις οἱ σοφώτατοι μεθοδικοὶ τὴν ἰατρικὴν ὅλην ἐπαγγέλλονται διδάξειν, ἀλλ’ ἐτῶν πάνυ πολλῶν. ἐγὼ μέν γε ἀφ’ οὗ τὸ πρῶτον εἰς ἰατροὺς φοιτᾷν ἠρξάμην παῖς ἔτι ὢν, θαυμαστήν τινα ἐπιθυμίαν ἔσχον τῆς περὶ τοὺς σφυγμοὺς τέχνης· εἶτ’ ἐξ ἐκείνου μέχρι καὶ 
    771
    εἰς τόδε μελετῶν οὐδέπω μοι δοκῶ πᾶσαν αὐτὴν ἐκμεμαθηκέναι. πολλοῖς μὲν γὰρ ἔτεσιν οὐδ’ εἰ σαφῶς ἐστι τῇ ἁφῇ διαγνῶναι τὴν συστολὴν τῆς ἀρτηρίας ἠπιστάμην, ἀλλ’ ἦν ἄπορόν μοι πότερον οἱ περὶ τὸν Ἀρχιγένην καὶ Ἡρόφιλον, ἢ οἱ περὶ τὸν Ἀγαθῖνον καὶ σχεδὸν ἅπαντας τοὺς ἐμπειρικοὺς ἀληθεύουσι, τοσοῦτον ἀπελειπόμην τοῦ πότερον ὅλης αὐτῆς αἰσθάνεσθαι δυνατόν ἐστιν, ἢ μορίου τινὸς, καὶ πόσου τούτου, σαφές τι γινώσκειν. ἀλλὰ καὶ περὶ τῶν τῆς διαστολῆς οὐδὲν ἧττον ἠπόρουν παραπλήσια. καίτοι ταῦτά γε τὰ πρῶτα καὶ οἷον στοιχεῖα τῆς ἐν τοῖς σφυγμοῖς τέχνης ἐστὶν, ὧν ἀγνοουμένων οὐδὲ τῶν ἄλλων οὐδὲν οἷόν τ’ ἦν γνῶναι βεβαίως. τοσοῦτον δὲ μόνον ἠπιστάμην αἰσθήσει διαγινώσκειν, ὅτι διαστέλλεται ἡ ἀρτηρία καὶ οὐκ ἀνέρχεται καὶ κατέρχεται, καθάπερ οἱ ἐμπειρικοὶ καλούμενοι λέγουσιν ἐνδέχεσθαι, καὶ τοῦτ’ ἀληθὲς εἶναι. μὴ γὰρ διαστολῆς, ἀλλὰ πληγῆς μόνον αἰσθάνεσθαι τὴν ἁφήν· εἴτε δ’ ἀνιόντος τινὸς, εἴτε διαστελλομένου, μηκέτι φαίνεσθαι. μόνον δὲ σχεδὸν τοῦθ’ ἡμῖν ἐν πολλοῖς ἔτεσιν ἔγνωστο, κᾀπὶ τῶν ἐφεξῆς ἓν, ἡ τοῦ
    772
    σφοδροῦ σφυγμοῦ διάγνωσις, τῶν δ’ ἄλλων οὐδὲν οὐδέπω γνώριμον ἦν, ἀλλ’ ἐν βαθείᾳ τινὶ κυλινδουμένοις ἀπορίᾳ συχνῶν ἐτῶν, οὐ μὴν ἀφισταμένοις γε τῆς ζητήσεως, ἀλλ’ ἀεὶ καὶ μᾶλλον λιπαρῶς ἐγκειμένοις ἐφαντάσθη ποτὲ συστολὴ σαφὴς τῇ ἁφῇ. τοὐντεῦθεν ἀσκοῦσιν ἐπὶ πλέον οὐ φάντασμα ἔτι ἀμυδρὸν, ἀλλ’ ἐναργὴς ἡ διάγνωσις αὐτῆς οὐδὲν ἧττον τῆς διαστολῆς ἐγίνετο. ἐπὶ ταύτῃ δ’ εἰπεῖν οὔτ’ ἔχω τὸ τάχος τῆς τῶν ἄλλων διαγνώσεως, ἐπιῤῥεῖ γὰρ ἅπαντα, καὶ σαφῶς λοιπὸν ἐφαίνετο καθάπερ ἐν σκότῳ λαμπροῦ φωτὸς ἀθρόως ἐκλάμψαντος. εἴ τις δὲ τοῦτον τὸν λόγον ὡς ἀληθῆ λόγον καὶ μὴ μῦθον δέξαιτο, κερδανεῖ μεγάλα μὴ προαπογινώσκων τῆς τῶν ζητουμένων εὑρέσεως, μηδὲ προαφιστάμενος, κᾂν ὅτι μάλιστα παμπόλλῳ χρόνῳ ζητῶν ἔτ’ ἀγνοῇ. λεληθυῖα γάρ τις ἐν αὐτῷ τῷ ζητεῖν ἕξις ὑποτρέφεται κατὰ βραχὺ προϊοῦσα, πρὸ μὲν τοῦ τελειωθῆναι μηδ’ εἰ ἄρχεταί πω δήλη τυγχάνουσα, τελειωθεῖσα δ’ ἀθρόως ἐκφαίνεται πάντων τῶν προπονηθέντων τὸν καρπὸν ἀποδιδοῦσα διὰ
    773
    ταχέων, καὶ εἰ ἀγροικότερον φάναι, σὺν αὐτοῖς τοῖς τόκοις. προσγεγενημένης δὲ τοῖς μεθ’ ἡμᾶς ἀνθρώποις οὐ σμικρᾶς μοίρας τῆς ἐμῆς εἰς ταῦτα προθυμίας ἄχρι τοῦ καὶ λόγῳ πάντα τὰ τῆς αἰσθήσεως ἐπιχειρεῖν ἑρμηνεῦσαι πάθη, ἐν ἐλάττονι ἂν χρόνῳ καὶ ἀταλαιπωρότερον ἡ περὶ τοὺς σφυγμοὺς ἀσκοῖτο τέχνη. ἐγὼ γὰρ τά τ’ ἄλλα καὶ τὰς ὁδοὺς πειράσομαι ἐνδεῖξαι δι’ ὧν ἄν τις μάλιστα τοῦ σκοποῦ τυγχάνοι, μόνον εἴη τῆς ἀπλήστου περὶ πλοῦτόν τε καὶ δόξαν σπουδῆς τῆς νῦν κατεχούσης χαλάσαι τοὺς ἀνθρώπους. καὶ οὐδὲν οὐδὲ τῆσδε τῆς πραγματείας πλέον, ἔστ’ ἂν ἀπορῇ τῶν σπουδαζόντων ἀλήθειαν. ἀπορήσει δὲ μέχρις ἂν ἡδονὴ μὲν κρατῇ καὶ βασιλεύῃ, τὸ καλὸν δ’ ἀπεῤῥιμμένον τε καὶ ἄτιμον ᾖ. οὐ γὰρ τρυφώντων ὅδε ὁ λόγος, ἀλλ’ ἱκανῶς συντεταμένων τε καὶ προθύμων δεῖται. τοιοῦτοι δ’ εἰσὶ παντελῶς ὀλίγοι τῶν νῦν. ἀλλὰ κατὰ τὸν Ἡράκλειτον εἷς ἐμοὶ μύριοι, καὶ ἥδιον ἂν τοὺς λόγους πρὸς τοῦτον τὸν ἕνα ποιησαίμην ἢ πρὸς τοὺς μυρίους τοὺς ἑνὸς ἢ οὐδενὸς ἀξίους. οὐ γὰρ δὴ πλήθει τὸ ἀληθὲς, ἀλλὰ φρονήσει κρίνεται. λέγωμεν
    774
    οὖν ἤδη πρὸς τοῦτον τὸν ἕνα τὸν τῆς ἀληθείας ἐραστὴν, ὅστις πότ’ ἂν ἢ νῦν ᾖ τοιοῦτος ἢ αὖθις γενήσεται, πρῶτον μὲν, ὡς οὐδ’ ἀδύνατόν ἐστι λόγῳ πολλὰ τῶν τῆς αἰσθήσεως ἑρμηνεῦσαι παθῶν, ἔπειτα δ’, ὅτι κᾂν ἀδύνατον ᾖ, οὐ χρὴ τούτου γ’ ἕνεκα τῆς ἡμετέρας σπουδῆς καταγινώσκειν. εἰ γὰρ καὶ μὴ κατὰ πᾶν ἀκριβῶς, ἀλλ’ ἐγγυτέρω γε τοῦ μηδόλως ἀφίκοιτ’ ἄν τις διὰ τοῦ λόγου πρὸς τὴν ἐπίγνωσιν αὐτῶν. τίς γοῦν ἀκριβῶς τὴν ἰδέαν ἑκάστου τῶν ἀνθρώπων διδάξαι λόγῳ δύναται; οὐδ’ εἷς δήπουθεν· ἀλλ’ ὅμως καὶ τοὺς ἀποδιδράσκοντας οἰκέτας κηρύττουσιν ὁσημέραι κατὰ τὰ τῆς ἰδέας γνωρίσματα· καί τινι καὶ τοῦτο μόνον ἤρκεσεν ἀκοῦσαι,

  1. Γυρὸς ἔην ὤμοισι, μελάγχροος, οὐλοκάρηνος.
  2. κᾀγὼ μηδέποτε τοῦ γλυκέος Φαλερίνου πρὶν εἰς τὴν Ῥώμην ἀφικέσθαι γευόμενος, ἡνίκα πρῶτον ἐνέτυχον οὐκ ἠγνόησα δι’ ὧν ἀνεγνώκειν αὐτοῦ γνωρισμάτων ἐξευρών. ἡμέτερος δέ τις ἑταῖρος τὸν ἐν τῇ Λυδίᾳ γεννώμενον οἶνον γλυκὺν, τὸν Καρύϊνον ὑπὸ τῶν ἐπιχωρίων καλούμενον, ἐγνώρισε ῥᾳδίως

    775
    τοσοῦτον μόνον παρ’ ἡμῶν προακηκοὼς, ὡς ἔοικε τῷ τε γλυκεῖ τῷ Κρητικῷ καὶ τῷ Σκυβελλίτῃ καλουμένῳ κατά τε τὴν χρόαν καὶ γλυκύτητα καὶ πάχος, στύψιν δέ τινα θαυμαστὴν καὶ ἡδίστην παρ’ ἐκείνους εἰσφέρεται. τοιαῦτ’ οὖν καὶ ἡμεῖς ἐρεῖν ἐπαγγελλόμεθα τῆς τῶν σφυγμῶν διαγνώσεως σημεῖα· καὶ προσέτι, πῶς ἄν τις ἐπιβάλλοι τὴν χεῖρα καθ’ ἕκαστον· ἐπὶ τινῶν μὲν γὰρ χρὴ βιαίως ἐρείδειν, ἐπὶ τινῶν δὲ μαλακῶς ἅπτεσθαι, καθάπερ ἐπὶ τοῦ σφοδροῦ τε καὶ ἀμυδροῦ, τὸν μὲν γὰρ οὐκ ἂν γνωρίσαις, εἰ μὴ θλίβοις τὴν ἀρτηρίαν, τὸν δ’ οὐχ ὅπως ἂν γνοίης θλίβων, ἀλλὰ καὶ παντάπασιν ἀκίνητος εἶναί σοι δόξει τοῦτο δρῶντι. καὶ μὲν δὴ καὶ ὅσοι μεγάλοι θ’ ἅμα καὶ ἀμυδροὶ σφυγμοὶ, καθάπερ ἐπὶ τῶν ληθαργικῶν, καὶ τούτων τὸ μέγεθος οὐκ ἂν γνοίης, εἰ μὴ πάνυ μαλακῶς ἅπτοιο. ὅτι δὲ καὶ τοὺς ὑψηλοὺς τῶν ἁδρῶν καὶ μεγάλων καὶ σκληρῶν καὶ σφοδρῶν ἱκανὸς ὁ λόγος διδάξαι διακρίνειν, εἰ μέγαν εἴποιμί σοι τοῦτον ὑπάρχειν, ὃς ἂν εἰς τὰς τρεῖς διαστάσεις ἀνάλογον ηὐξημένος ᾖ, εἰς μῆκος καὶ πλάτος καὶ βάθος, ἁδρὸν δὲ τὸν εἰς τὰς δύο μόνας, 
    776
    πλάτος τε καὶ βάθος, ὑψηλὸν δὲ τὸν εἰς μίαν μόνην τὴν ἄνω, καὶ τὸν μὲν σκληρὸν βίαιον ποιεῖσθαι τὴν πληγὴν τῇ τοῦ χιτῶνος τῆς ἀρτηρίας ποιότητι, τὸν δὲ σφοδρὸν τῇ ῥώμῃ τοῦ ζωτικοῦ τόνου, οὐκ ἂν εἴποις ὡς οὐκ ἀρκεῖ τινι συνετῷ καὶ μὴ ῥᾳθύμῳ παντάπασιν ἀπὸ τούτων ὁρμωμένῳ κτήσασθαί ποτε βεβαίαν ἐπιστήμην τῆς διαγνώσεως αὐτῶν, εἰ μόνον περὶ τὰ πρῶτα καὶ οἱονεὶ στοιχεῖα τῆς τέχνης ἱκανῶς εἴη τετριμμένος, ὑπὲρ ὧν καὶ ἡμεῖς πρῶτον εἰπόντες οὕτως ἐπὶ τὰ λοιπὰ κατὰ τὴν προσήκουσαν τάξιν μεταβησόμεθα.

Ἔστι δὲ τέτταρα ταῦτα. τὸ μὲν πρῶτον ἁπάντων, ὅπερ ἔφαμεν ἐρίζοντας μᾶλλον ἢ ἀληθεύοντας λέγειν τοὺς ἐμπειρικοὺς, ὡς πληγῆς μόνης αἰσθάνονται, διαστολὴν δ’ ἀρτηρίας οὐ γνωρίζουσι. καὶ διὰ τοῦτο τινὲς ἐξ αὐτῶν τὸν σφυγμὸν ὁρίζονται μνήμην παθῶν ἁφῆς ἐκ κινήσεως ἀρτηριῶν· οὐ γὰρ ἐκ διαστολῆς ἀρτηριῶν, ἀλλ’ ἐκ κινήσεως ἔφασαν δι’ οὐδὲν ἄλλο ἢ ὅτι τὰ τῆς διαστολῆς οὐχ ὁμολογοῦσιν αἰσθάνεσθαι. ἀλλὰ λόγῳ μὲν, φασὶν, ἴσως ἄν τις πιστώσαιτο αὐτὴν, οὐ μὴν τῇ γ’ ἁφῇ κατάδηλον

777
γίγνεσθαι. τοὐναντίον δ’ ἅπαν ἐχρῆν αὐτοὺς λέγειν, εἴπερ ὅλως φιλονεικεῖν ἐσπουδάκασιν, ὡς ἡ μὲν ἁφὴ διαστελλομένης αἰσθάνεται τῆς ἀρτηρίας, εἰ δὲ καὶ κατ’ ἀλήθειαν διαστέλλεται, τοῦτ’ οὐκέτι γινώσκειν ἀκριβῶς. τὸ δ’ ὅτι μὴ φαίνεται φάσκειν καταψευδομένων ἐστὶ τῆς αἰσθήσεως. εἰ γάρ τις αὐτοὺς ἔροιτο, ποῖός τις ὁ σπασμώδης σφυγμὸς φαίνεται, τί ἂν ἄλλο ἔχοιεν εἰπεῖν ἢ ὅτι τεταμένης ἐφ’ ἑκάτερα τῆς ἀρτηρίας οἷον χορδῆς προσβολή τις ὑπ’ αὐτῆς γίνεται τῇ ἁφῇ, μηδὲ φυλαττούσης ἀκριβῶς τὴν ἀρχαίαν ἕδραν, ἀλλ’ ἠρέμα πως ἄνω καὶ κάτω φερομένης. εἰ δὲ δὴ καὶ περὶ τοῦ κλονώδους ἐροίμεθα, καὶ τοῦτον ὁμολογήσουσιν, εἴπερ ὅλως παρεφύλαξαν τὰ πάθη τῆς ἁφῆς, ἀπολιπούσης τῆς ἀρτηρίας τὴν ἰδίαν χώραν φαίνεσθαι γινόμενον. ἐναργῶς γὰρ ἄνω τε καὶ κάτω φερομένης αὐτῆς αἰσθανόμεθα κατὰ τοὺς τοιούτους σφυγμούς. καὶ μὲν δὴ καὶ τὴν καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαν, τὴν παρὰ τὰ μὲν ὑψηλότερα φαίνεσθαι κείμενα τῆς ἀρτηρίας μόρια, τὰ δὲ ταπεινότερα, εἰ μὴ ὁμολογοῖεν γνωρίζειν, ἀμαθεῖς ἐξελεγχθήσονται τῆς ἐμπειρίας ἣν ἀεὶ πρεσβεύουσιν. οὐ γὰρ δὴ τῶν ἐκ λόγου δεικνυμένων ἐστὶ τὸ τοιοῦτον,
778
ἀλλὰ φαίνεται μὲν σαφῶς τῇ ἁφῇ, τὴν δὲ αἰτίαν αὐτοῦ ζητοῦντες οἱ δογματικοὶ κληθέντες ἰατροὶ διαφέρονται πρὸς ἀλλήλους, διενεχθέντες ἂν καὶ περὶ τοῦ φαίνεσθαι, εἰ μὴ πάνυ ἐναργὲς ἦν. ἀλλὰ καὶ κατὰ μέγεθος ἀνώμαλός ποτε γίνεται σφυγμὸς ἐν τῇ μιᾷ διαστολῇ, τῶν μὲν ἐπὶ πλέον, τῶν δ’ ἐπ’ ἔλαττον αὐτοῦ μορίων διϊσταμένων, οὐκ ἂν γενόμενος, εἰ μὴ τὸ φαίνεσθαι διαστελλομένην τὴν ἀρτηρίαν ἀληθὲς ἦν. μακρολογῶν δ’ ἴσως σοφώτερον αὐτοῖς ἢ ἐναργέστερον διαλεγόμενος συνίημι. ἀρκεῖ γὰρ εἰπεῖν ὡς μακρὸς ἢ βραχὺς, καὶ ὑψηλὸς ἢ ταπεινὸς, καὶ πλατὺς ἢ στενὸς, καὶ μέγας ἢ μικρὸς, καὶ ἁδρὸς ἢ ἰσχνὸς, καὶ δηλονότι ὅτι οἱ μέσοι αὐτῶν οὐκ ἂν ἐγένοντο σφυγμοὶ μὴ κατὰ πᾶν μέρος φαινομένης διαστέλλεσθαι τῆς ἀρτηρίας, καθ’ ὃ δοξάζουσι μόνην κίνησιν γίνεσθαι, ἀλλὰ μόνον ἂν ἢ ὑψηλὸς, ἢ ταπεινὸς, ἢ ὁ μέσος αὐτῶν ἐγίγνετο, τῶν δ’ ἄλλων οὐδείς. οἷος οὖν ὁ σπασμώδης σφυγμός ἐστι σπανίως γιγνόμενος, τοιούτους ἀξιοῦσιν ἀεὶ φαίνεσθαι πάντας οἱ μὴ συγχωροῦντες αἰσθητὴν εἶναι τὴν διαστολήν. ὄντως γὰρ ἐπὶ τοῦ σπασμώδους ἢ οὐδόλως αἴσθησις γίγνεται τῆς διαστολῆς, ἢ ἐπὶ βραχὺ καὶ ἀμυδρῶς,
779
οἷον χορδῆς τῆς ἀρτηρίας ἄνω τε καὶ αὖθις κάτω φερομένης. τὸ δ’ ὑπὸ τοῦ Ἀρχιγένους λεγόμενον, ὅτι καὶ τῶν ἰσχνῶν ἀνθρώπων αἱ ἐν τοῖς ἀσάρκοις μέρεσιν ἀρτηρίαι φαίνονται τῇ ὄψει διαστελλόμεναι καὶ συστελλόμεναι, πρὸς μὲν αἰδήμονας ἀνθρώπους ὀρθῶς λέγεται, πρὸς δὲ τοὺς, ὅταν αὐτοῖς δόξῃ, μηδὲ τῶν φαινομένων πεφροντικότας οὐκ ὀρθῶς. ἢ γὰρ οὐδὲ τοῦτο φαίνεσθαι φήσουσι, τῶν αὐτῶν γάρ ἐστιν ἐκείνων καὶ τοῦτ’ ἀρνεῖσθαι, ἢ εἰ καὶ ὁμολογήσαιεν, ὄψει μὲν φαίνεσθαι διαστελλομένην ἐροῦσι τὴν ἀρτηρίαν, ἁφῇ δ’ οὐκ ἔτι, περὶ ταύτης δ’ εἶναι τὴν ζήτησιν. ὅθεν ἡμεῖς οὐκ ἐπὶ τὴν ὄψιν τὸν λόγον ἄγομεν, ἀλλ’ ἐξ αὐτῶν τῶν κατὰ τὴν ἁφὴν φαινομένων ὑπομιμνήσκοντες αὐτοὺς πειρώμεθα δυσωπεῖν. εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, οὐ τοσοῦτον ἐκείνων ἕνεκεν, ὅσον τοῦ διωρθωμένην ποιεῖσθαι τοῖς εἰς τὴν θεωρίαν ταύτην εἰσαγομένοις τὴν διάγνωσιν τῶν αἰσθητῶν παθῶν ὑπεμνήσαμεν, τῶν τε φανερὰν ἐχόντων τὴν διαστολὴν τῆς ἀρτηρίας σφυγμῶν καὶ τῶν ἀφανῆ, καθάπερ οἱ σπασμώδεις. ἔτι δὲ καὶ ὅπως τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένων σφυγμῶν μὴ συγκεχυμένην ποιῶνται τὴν ἐπίσκεψιν,
780
ἀλλ’ ἀεὶ μεμνημένοι τῶν τριῶν διαστάσεων ἔχωσι παραβάλλειν τὸν νῦν γινόμενον σφυγμὸν τῷ πρόσθεν ὑπάρξαντι πότερον κατὰ τὰς τρεῖς διαστάσεις ὁ αὐτός ἐστι, ἢ κατά τινας αὐτῶν, ἤ τινα. τοὺς γὰρ ἑπτὰ καὶ εἴκοσι σφυγμοὺς, οὓς κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένους ἐν τῷ πρώτῳ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς ἐπὶ διαγράμματος ἐξεθέμεθα, κατὰ τοῦτον ἄν τις μάλιστα γνωρίζοι τὸν τρόπον, εἰ μεμνημένος εἴη τῶν διαστάσεων ἑκάστης ἰδίᾳ τὸ ποσόν. ὅτι δ’ αὐτῶν τούτων τῶν εἰρημένων καὶ τῶν ἄλλων ἁπάντων τῶν ἑξῆς μελλόντων λέγεσθαι προηγεῖσθαι χρὴ ἐκεῖνο τὸ βιβλίον, καὶ κατ’ ἀρχὰς εὐθὺς τοῦδε τοῦ λόγου προειρήκαμεν, ὥσθ’ ὅστις πρὶν ἐκεῖνα ἐκμαθεῖν ἐπὶ τάδε ἥκει τοῦ παντὸς ἁμαρτάνει. τοῦτο μὲν δὴ καὶ ἡμῖν παρὰ πάντα τὸν λόγον ὑπαρχέτω· νυνὶ δὲ τὸ προκείμενον περαινέσθω, τὸ σαφῶς ὑποπίπτειν τῇ ἁφῇ τὴν διαστολὴν τῆς ἀρτηρίας, οὐ πληγὴν μόνην, ὡς οἱ πρὸς ἅπαντας φιλονεικοῦντες ἐμπειρικοὶ φασίν. ὥστε πεισθέντες ἐμοὶ, τἀναντία τοῖς ἔμπροσθεν λέγοντες, εἰ μή που σοφισταί τινες, καὶ πιθανοὶ εἶναι δοκεῖν γλίχονται, τὴν μὲν διαστολὴν τῆς ἀρτηρίας φαίνεσθαι πρός γε 
781
τὴν ἁφὴν, οὐ μὴν εἴ γε καὶ πρὸς τὴν φύσιν οὕτως ἔχει γινώσκειν. ἢ γὰρ ἂν οἰκειότερα ταῦτ’ εἴη τῇ αἱρέσει τῶν ἀνδρῶν, ἢ τί παθόντες ἐν μὲν τοῖς ἄλλοις ἅπασι λόγοις τὸ φαίνεσθαι τιθέντες ἀποροῦσι τὸ πρὸς τὴν φύσιν, ἐνταυθοῖ δὲ οὐκέτι ποιήσουσιν αὐτό; καὶ μὴν εἰ τοῦτο δράσουσιν, οὐκ ἐγχωρήσει λέγειν, ἴσως μὲν διαστέλλεται ἡ ἀρτηρία, οὐ μὴν καὶ φαίνεται, ἀλλ’ ἔμπαλιν, ἴσως μὲν οὐ διαστέλλεται, φαίνεται μέντοι. τοῦτο γὰρ ἀκόλουθόν ἐστι τοῖς τὸ φαινόμενον μόνον, καὶ μὴ, αὐτὸ τὸ πρὸς, τὸ δοξαζόμενον αὐτῶν τιθεῖσιν, εἴ γε τὸ φαινόμενον πάντῃ σθένει οὗ περ ἂν ἔλθῃ, κατὰ τὸν Τίμωνα. τί ποτ’ οὖν νῦν πλασθὲν οὐ σθένει; καὶ μὴν ἐχρῆν γε, εἴπερ πάντῃ σθένει. κοινὴν οὖν ἀρχὴν λαβόντες τὸ φαίνεσθαι διαστελλομένην τὴν ἀρτηρίαν, ὅταν γὰρ μὴ σπασμωδῶς κινῆται, μετὰ τοῦτ’ ἂν ἴσως διαφεροίμεθα πρὸς ἀλλήλους, εἰ ἡμεῖς μὲν ἐκείνῳ πιστεύοιμεν, ἐκείνῳ δ’ ἀπιστοῖεν. ἴσως δὲ κᾀνταῦθα πάλιν αὐτοὺς ὑπομνήσαντες τῶν σφετέρων λόγων, εἰς ὁμολογίαν κοινὴν παρακαλέσομεν. τί γὰρ δὴ καὶ βούλονται; μὴ ἄλλο τι ἢ φαίνεσθαι μὲν ἕκαστον
782
τῶν φαινομένων, ἀπιστεῖσθαι δὲ μάλιστα μὲν εἰ οἷον φαίνεται καὶ ἔστιν, ἔπειτα δ’, εἰ καὶ τὴν ἀρχὴν ὅλως ἔστι. λαβέτωσαν οὖν καὶ παρ’ ἡμῶν ὁμολογούμενον τοῦτο· πάντα γὰρ αὐτοῖς βούλομαι χαρίζεσθαι· καὶ μήτ’ εἰ ἔστιν ὅλως ἥλιος, ἡ σελήνη, ἡ γῆ, μήτ’ εἰ θάλαττα, μήτ’ εἰ ἐγρηγόραμεν, ἀλλ’ εἰ μηδὲ φρονοῦμεν, ἢ ζῶμεν, μηδ’ ὅλως μηδὲν ἁπάντων ὡς ἔχει φύσει γινώσκειν ἡμᾶς. οὐκ οἶδα εἰ ταύτης ἔτι μείζονος ἀπορίας ἐπιθυμοῦσιν, ἐχέτωσαν αὐτὴν παρ’ ἡμῶν ἑκόντων, μὴ καμνέτωσαν τῷ λόγῳ δεικνύναι, δαψιλῶς εὐωχείσθωσαν τῆς περὶ φύσιν ἀνοίας, μόνον ἡμῖν ἀποκρινάσθωσαν βραχύ τι, πότερον καὶ πρὸς τὴν χρῆσιν τῶν πραγμάτων τὴν κατὰ τὸν βίον ἀπορεῖν ἀξιοῦσι, καὶ μήθ’ ὅταν ἀνατέλλων ὁ ἥλιος ἐναργῶς φαίνηται, πράττειν ἡμᾶς ἃ πράττομεν ὡς ἐν ἡμέραις, ἀλλ’ ἡσυχάζειν ἐπὶ τοῦ σκίμποδος κατακειμένους, ἀποροῦντας εἴτε νύξ ἐστιν ἔτι εἴθ’ ἡμέρα, μήθ’ ὅταν ἐν πλοίῳ καὶ πελάγει τυγχάνωμεν ὄντες, οὕτω καὶ πράττειν, ἀλλ’ ἀπιστοῦντας ἐκπηδᾷν τολμᾷν εἰς τὴν θάλατταν, ὡς ἴσως μὲν οὖσαν θάλατταν, ἴσως δ’ οὔ,
783
μηδ’ ὅταν ἤδη καταγώμεθα καὶ ἡ ναῦς ἐν τῷ λιμένι πλησίον τῆς γῆς καταφέρηται καὶ πάντας περὶ τὴν γῆν ἐξιόντας ὁρῶμεν, πιστεύειν ταῖς αἰσθήσεσι καὶ μέχρι τῆς χρείας, ἀλλ’ ἔνδον καθέζεσθαι σκεπτομένους καὶ ἀποροῦντας καὶ λέγοντας, ἴσως γε φαίνεται μὲν ἡμῖν γῆ, οὐκ ἔστι δὲ γῆ. καὶ κατ’ αὐτοὺς ἐκείνους ἅπαντα τὰ τοιαῦτα μέχρι μὲν τῆς χρείας πιστὰ, πρὸς δὲ τὴν φύσιν ἀπορεῖται. καὶ ἡμεῖς δ’ αὐτοὶ τοῦτο δήπου βουλόμεθα, χρῆσθαι δ’ αὐτοῖς ὡς πιστοῖς. τὸ δ’ ἐπέκεινα τῆς χρήσεως περιττὸν εἶναί φαμεν. εἰ οὖν ὃ βουλόμεθα συγχωροῦσιν ἡμῖν, οὐκ οἶδα περὶ τίνος ἔτι διαφερόμεθα. περὶ τοῦ πρὸς τὴν φύσιν, φασί. παῦσαι ἄνθρωπε. οὐδὲ φθεγξόμεθά ποτε τοῦτο, εἰ καὶ κελεύεις. ἀλλά σε καὶ εἰς συνθήκας ἕτοιμός εἰμι προσκαλέσασθαι. καὶ τοῦ λοιποῦ προΐτω καθάπερ τοῖς ἄλλοις ἀνθρώποις, οὕτω καὶ ἡμῖν, εἰ βούλεσθε, τά τε τῶν πράξεων καὶ τὰ τῶν λόγων, ἐπειδὴ καὶ ἡμᾶς αὐτοὺς ὁρῶ περὶ πολλοῦ ποιουμένους, μηδὲν τῶν κατὰ τὸν βίον ὡμολογημένων τοῖς ἀνθρώποις ἅπασιν ἀνατρέπειν. ὡς οὖν ἐκείνοις περαίνεται
784
τὰ κατὰ τὰς πράξεις, οὕτω καὶ ἡμῖν περαινέσθω, μὴ πολυπραγμονοῦσι περὶ τὸ φαινόμενον ἐναργῶς μηδὲν, ἀλλ’ ἐκ προχείρου πιστεύουσί τε καὶ ἑπομένοις, ὡς εἴ γέ τινος ἀπαγγέλλοντος ὑετοῦ γενομένου τὸν ποταμὸν αὐξηθέντα τὴν γέφυραν ἀνατρέψαι, παρών τις ὑμῶν κωλύει οὕτως ἁπλῶς, ὑετοῦ γενομένου, λέγειν, ἀλλὰ τοῦ φαινομένου γεγονέναι, μηδὲ ποταμὸν, ἀλλὰ τὸν φαινόμενον καὶ δοκοῦντα, μηδ’ αὐξηθέντα, ἀλλὰ ηὐξῆσθαι δόξαντα, μηδὲ τὴν γέφυραν καταβαλεῖν, ἀλλὰ φαίνεσθαι καταβεβληκότα, πῶς οὐκ ἂν δόξειε μαίνεσθαι; τί ποτ’ οὖν τοῖς ἄλλοις ἀνθρώποις ἅπασιν ἑτέρως διαλεγόμενοι μόνοις ἡμῖν πράγματα παρέχετε, καίτοι ταῖς αἰσθήσεσι χρωμένοις ἐπί τε τῶν κατὰ τὴν ἰατρικὴν κᾀν τῷ λοιπῷ βίῳ; εἶτα τὸν μὲν ἀσκὸν, εἰ οὕτως ἔτυχε, καὶ τὴν κύστιν καὶ τὸν θύλακον καὶ τὰς τῶν χαλκέων φύσας τί διαστέλλεσθαι λέγοντες καὶ συστέλλεσθαι τὸ φαίνεσθαι παρελείψατε, τῇ δ’ ἀρτηρίᾳ μόνῃ, τῇ τί ποθ’ ὑμᾶς κακὸν ἐργασαμένῃ, πράγματα παρέξετε, καὶ τὴν ἀπιστίαν τῶν φαινομένων κατ’ αὐτῆς κινήσετε, καὶ οὐχ ἁπλῶς ἐρεῖτε, διέσταλται καὶ διαστέλλεται, καὶ συνέσταλται καὶ συστέλλεται, ἀλλὰ φαίνεται
785
διαστελλομένη, εἰ δὲ καὶ ὄντως διαστέλλεται, οὐκ οἶδα; παύσασθε πρὸς τοῦ Διὸς ἤδη ποτὲ μηδὲν προσήκουσι λήροις ἐπιφορτίζοντες τὴν τέχνην, ὡς οὖσαν καθ’ ἑαυτὴν μακράν. εἰ σχολὴν ἄγετε, καὶ τὸν βίον οὐκ ἀνατρέπειν, ἀλλ’ ὠφελεῖν προῄρησθε, καὶ τὴν τέχνην οὐ κωλύειν, ἀλλ’ αὔξειν ἐσπουδάσατε, τὴν φιλοτιμίαν ταύτην εἰς τὰ χρηστότερα τρέψατε. πολλὰ τῆς ἰατρικῆς εὑρήσετε ζητήσεως οὐ σμικρᾶς δεόμενα, περὶ ταῦτα δεινοὶ γίγνεσθε, τὴν σύνεσιν ἐν τούτοις ἐπιδείκνυσθε, τὴν δὲ τῶν ἐναργῶς· φαινομένων ἀπιστίαν ἤδη ποτὲ μισήσατε, πλέον οὐδὲν ἕξειν ἀπ’ αὐτῆς μέλλοντες, ἀναγκασθήσεσθε γὰρ ἑκόντες τε καὶ ἄκοντες ὡς πιστοῖς χρῆσθαι τοῖς ἐναργέσιν, ἢ οὐδὲ φθέγξασθαι ὑμῖν οὐδὲ τὸ βραχύτατον ἔσται. ὅταν οὖν ζητήσαντάς γε καὶ μὴ ζητήσαντας ἡ αὐτὴ χρῆσις ἐκδέχηται, περιττὸν τὸ ζητεῖν. εἰσὶ δ’ ἕτεραι πολλαὶ τοῖς ἀνθρώποις αἱ μὲν τῶν αἰσθήσεων ἀσκήσεις, αἱ δὲ καὶ τοῦ λογισμοῦ, περὶ ταύτας σπεύσατε, τὴν σχολὴν περὶ ταῦτα διάθεσθε, τοῖς δ’ ἐναργέσι χωρὶς ζητήσεως ὡς τοιούτοις οὖσι οἷα φαίνεται πιστεύετε. συγχωρήσαντες οὖν μοι λέγειν τὴν ἀρτηρίαν εἰς μῆκος καὶ πλάτος καὶ βάθος διαστέλλεσθαι, 
786
τὸ ἐπὶ τῷδε διασκέψασθε, πότερον αἰσθήσεσθαι δυνατόν ἐστι τῆς συστολῆς, ἢ οὔ. ἀλλ’ ὑμεῖς, ἵνα μηδὲ τοῦτο, μηδ’ ἄλλο ζητήσητε, τὴν περὶ τῆς ὑπάρξεως τῶν ἐναργῶν ἀπορίαν ἐκινήσατε, συχνὸν μέν τινα λόγων ἐσμὸν ἔχουσαν, οὐ μὴν καταβαλεῖν γε δυναμένην οὐδ’ ἀνατρέψαι τὴν χρείαν τῶν ἐναργῶν. ἡμεῖς οὖν ἔμπαλιν ὑμῖν πράξομεν· ἅπασι μὲν τοῖς φαινομένοις ἐναργῶς χωρὶς ζητήσεως χρησόμεθά τε καὶ πιστεύσομεν ὡς τοιούτοις οὖσιν οἷα καὶ φαίνεται, τὰ δ’ ἀμυδρότερα διασκεψόμεθα, τὰ μὲν τῷ λόγῳ, τὰ δὲ ταῖς αἰσθήσεσι, τὰ δ’ ἀμφοτέροις ἐπιχειροῦντες ἑλεῖν. ἥτις μὲν οὖν ἡ ὁδὸς τῆς εὑρέσεως αὐτῶν, ἐπὶ πλέον ἑτέρωθι λέγομεν, ἐν δὲ τῷ παρόντι τὸ χρήσιμον εἰς τὰ προκείμενα λεχθήσεται μόνον.