De differentiis febrium

Galen

Galen, De differentiis febrium

Εἴη δ’ ἂν ἐν τοῖς ὑπολοίποις οὐδενὸς φαυλότερον σκέμμα τόδε, πότερον ὥσπερ ἐπὶ ταῖς χολαῖς ἀμφοτέραις καὶ τῷ φλέγματι γίνονταί τινες ἰδέαι πυρετῶν, οὕτω κᾀπὶ τῷ αἵματι σηπομένῳ. τοὺς μὲν γὰρ ἐφημέρους πυρετοὺς, ἐκθερμανθέντος αὐτοῦ μόνον, οὐ μέν τοι σαπέντος, ἐλέγομεν γίγνεσθαι. κατὰ δὲ τὰς σήψεις, ἀνάγκη γάρ ποτε καὶ τὸ αἷμα σήπεσθαι, ζητητέον ἐστὶ τὴν ἰδέαν τῶν πυρετῶν. εὑρεθήσεσθαι δὲ εἰκὸς αὐτὴν, ἂν πρότερον ἐξεύρωμεν πῶς σήπεται αἷμα. δοκεῖ μὲν γὰρ ὀρθῶς Ἀριστοτέλης εἰρηκέναι τὴν σῆψιν ὑπὸ θερμότητος ἀλλοτρίας γίγνεσθαι. λέγει δ’ ἀλλοτρίαν τὴν ἔξωθεν, οὐκ ἔμφυτον οὐδ’ οἰκείαν ἑκάστου τῶν ὄντων. αὕτη μὲν γὰρ πέφυκεν πέπτειν, ἡ δ’ ἀλλοτρία διαφθείρειν, ὅπερ ἐστι σήπειν. ἔξωθεν δὲ θερμότης ἐπιγίγνεται

375
τῷ αἵματι κατά τε τὰς ἐγκαύσεις καὶ τὰς λοιμώδεις καταστάσεις, καὶ ἁπλῶς εἰπεῖν, ἅπαντας τοὺς πυρετοὺς, ὑφ’ ἧς ἄν τινος αἰτίας εἰς γένεσιν ἥκωσιν. ἀλλὰ κᾀπειδὰν ἔν τινι μορίῳ τοῦ ζώου τὸ αἷμα πλέον ἀθροισθὲν ὑπὲρ τὴν δύναμιν αὐτοῦ γένηται, διαφθείρεται, καὶ μάλισθ’ ὅταν ἐμφραχθῇ διὰ πάχος ἐν μικροῖς ἀγγείοις, ἢ σφηνωθῇ διὰ πλῆθος, ὁποῖόν τι συμβαίνει κατά τε τοὺς βουβῶνας καὶ τὰ φύματα, καὶ ἁπλῶς εἰπεῖν, ἁπάσας τὰς φλεγμονάς. ἐν γὰρ ταῖς τοιαύταις διαθέσεσι κατὰ διττὴν αἰτίαν φθείρεται τὸ αἷμα, τῷ τε μὴ διαπνεῖσθαι καὶ τῷ μὴ κρατεῖσθαι πρὸς τῆς φύσεως. ὅτι δὲ καὶ τὰ μὴ διαπνεόμενα σήπεσθαι πέφυκεν, ἐπὶ τῶν ἐκτὸς ἁπάντων ἐστὶ θεάσασθαι καρπῶν τε καὶ σπερμάτων, ἤδη δὲ καὶ ἱματίων. ἐπαγαγεῖν δ’ ἡμᾶς ἱκανῶς δύναται τῷ λεγομένῳ καὶ τὸ κατὰ τὰς πλευρίτιδας. ἀναβήττουσι γὰρ ἐν αὐταῖς οἱ μὲν ἀφρῶδες, οἱ δ’ ὠχρὸν, οἱ δ’ ἐρυθρὸν ἰχῶρα, τοῦ κατὰ τὴν φλεγμονὴν ἐπικρατοῦντος χυμοῦ τὸ μὴ στεγόμενον, ἀλλ’ ὑπὸ λεπτότητος ἔξω ἱδρούμενον. ἔστι δ’ ὅτε καὶ μέλας ὁ ἰχὼρ φαίνεται οὗτος, καὶ οὐδὲ
376
κατ’ ἀρχὰς εὐθέως, ἀλλ’ ἐν τῷ χρόνῳ προϊόντι, προηγησαμένων ὡς τὰ πολλὰ τῶν ὠχρῶν πτυσμάτων, ἅπερ ἦν τοῦ πικροχόλου κρατοῦντος χυμοῦ γνωρίσματα, καθάπερ ἀφρώδη μὲν τοῦ φλέγματος, ἐρυθρὰ δὲ τοῦ αἵματος. εἰκὸς οὖν ποτε καὶ αὐτὸ τὸ αἷμα σήπεσθαι κατὰ τὰ φλεγμαίνοντα χωρία, καὶ τὸν ἐπ’ αὐτῷ πυρετὸν ἁπλούστερον μὲν εἶναι τῶν ἐπὶ τοῖς ἄλλοις χυμοῖς, ἀναλογίαν δὲ τῶν παροξυσμῶν ἐν τριταίᾳ μάλιστα περιόδῳ λαμβάνειν. οὕτω γὰρ φαίνεται κᾀπὶ τῶν πλευριτικῶν γινόμενον, ὅταν ἐρυθρὰ πτύωσιν· εἰ δ’ ὑπεροπτηθείη, μεταβάλλει μὲν δήπου πάντως· ὅσον μὲν δὴ λεπτότατόν τε ἅμα καὶ πῖόν ἐστιν, εἰς τὴν ὠχράν· ὅσον δὲ παχύτερον, εἰς τὴν μέλαιναν χολὴν, ὥσπερ κᾀπὶ τῶν καλουμένων ἀνθράκων, καὶ γὰρ ἐπὶ τούτων ἐξ αἵματος ἰσχυρῶς ζέσαντος ἡ μετάπτωσις εἰς τὸν μελαγχολικὸν χυμὸν γίνεται. οὕτω δ’ ἀκούειν χρὴ τό γε νῦν εἶναι μελαγχολικὸν χυμὸν, ὡς οὐκ ἀκριβῶς ἤδη γεγονότα μέλαιναν χολὴν, ἀλλ’ ἐν μεθορίῳ τινὶ τεταγμένον. καὶ τοίνυν καὶ οἱ πυρετοὶ κατὰ τὰς τῶν χυμῶν ἰδέας, εἰς οὓς μεταβάλλει τὸ αἷμα, συστήσονται,
377
μόνῳ τῷ κακοήθει καὶ οὐ κακοήθει διαλλάττοντες. ἁπλούστεροι γὰρ οἱ ἐπὶ τῇ τοῦ αἵματος μεταβολῇ τά τ’ ἄλλα καὶ τῷ πρᾴῳ τῆς θερμασίας. εἰ γὰρ ὅτι μάλιστα παμπόλλη φαίνοιτο κατὰ τὴν ἐπιβολὴν τῆς χειρὸς, ἀλλὰ πραεῖά γε πάντως ἐστὶν, ὥσπερ ἡ κατὰ τὰ βαλανεῖα. τὸ μὲν γὰρ πλῆθος ἀεὶ τῆς πυρετώδους θερμασίας ἐν τῷ πλήθει κεῖται τῆς ἀποῤῥοῆς· τὸ δὲ ἀνιαρὸν, ὡς πρὸς τὴν ἐπιβαλλομένην ἔξωθεν χεῖρα, κατὰ τὴν τοῦ χυμοῦ δριμύτητα. καί σοι τοῦτ’ ἔστω μέγιστον γνώρισμα τοῦ τὸν πυρετὸν ἐργαζομένου χυμοῦ, λέγω δὴ τὸ κατὰ τὴν ποιότητα τῆς θερμασίας. ἡ μὲν γὰρ ἀτμωδεστέρα τε καὶ ἀλυποτέρα τοῦ αἵματός ἐστιν· αἱ δ’ ἀνιαραὶ καὶ διαβρωτικαὶ καὶ δακνώδεις ἐπὶ ταῖς χολαῖς συνίστανται. ὅταν δὲ κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν ἀτμῶδές τι μᾶλλον, οὐ δριμὺ φαίνηται, χρονιζόντων δὲ κατὰ βραχὺ, προσγίνηται τὸ δακνῶδες αὐτῷ, καὶ μάλιστα ἀνώμαλον, ὡς δι’ ἠθμοῦ τινος ἢ κοσκίνου διηθεῖσθαι δοκεῖν, ἐπὶ φλέγματι σηπομένῳ τὸν τοιοῦτον πυρετὸν ἴσθι γινόμενον.

Ἐπισκεπτομένῳ δέ μοι καὶ ζητοῦντι τὴν 

378
αἰτίαν, δι’ ἣν οἱ μὲν ἐπὶ τοῖς ἄλλοις χυμοῖς πυρετοὶ τὴν θερμασίαν ὁμαλῶς προσπίπτουσαν ἔχουσιν, οἱ δ’ ἐπὶ φλέγματι μετὰ τῆς εἰρημένης ἀνωμαλίας, ἐδόκει μάλιστα αἴτιον εἶναι τὸ γλίσχρον καὶ παχὺ καὶ δυσδιάλυτον τοῦ χυμοῦ. διαπνεῖται μὲν γὰρ δήπου καὶ τούτου, ὡς καὶ τῶν ἄλλων ἁπάντων, ὁπόσον ἂν ἑκάστοτε λεπτυνθῇ· λεπτύνεται δὲ μόλις, ὅ τι περ ἂν ᾖ παχύτατον· ἂν δὲ καὶ ψυχρὸν ὑπάρχῃ φύσει, πολὺ δὴ καὶ μᾶλλον οὔτ’ οὖν ὅλον οὔθ’ ὁμαλῶς, ἀλλὰ ὅπῃ περ ἂν ἡ σηπεδὼν ἐνισχύσῃ, κατ’ ἐκεῖνο μόνον ἐκφυσᾶται καὶ ἀναφέρεται λελεπτυσμένον, ὁμοίου τοῦ συμβαίνοντος ὄντος, οἷόν τι κᾀπὶ τῶν ἐκτὸς ἑψομένων γλίσχρων καὶ παχέων χυμῶν τὸ γινόμενον. ἐπανίστανται γὰρ αὐτοῖς πομφόλυγες, ὧν ἐκρηγνυμένων ἀθρόον ἀναφέρεται πνεῦμα συναναφέρον ἑαυτῷ λελεπτυσμένην ὑγρότητα· τοῖς δὲ λεπτοῖς χυμοῖς ἑψομένοις οὔτε πομφόλυγες ἐγγίνονται, καὶ ὁ ἀναφερόμενος ἀπ’ αὐτῶν ἀτμὸς ὅμοιός τέ ἐστιν πάντῃ καὶ συνεχὴς ἑαυτῷ.

Ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, τὴν αἰτίαν ἐπισκεψώμεθα τῶν ὀνομαζομένων συνόχων

379
πυρετῶν. θαυμαστὸν γὰρ εἶναί μοι δοκεῖ, πολλάκις μὲν ἄχρι τῆς τετάρτης ἢ πέμπτης, ἐνίοτε δὲ καὶ μέχρι τῆς ἑβδόμης ἡμέρας ἕνα παροξυσμὸν ἀπ’ ἀρχῆς ἐπ’ αὐτῶν ἄχρι τελευτῆς γίνεσθαι. καί τοι γ’ εἴ τις ἀκριβῶς ἐπισκέπτοιτο, θαυμασιώτερόν ἐστι τὸ κατὰ περίοδον παροξύνεσθαί τινας πυρετούς. ὃ γὰρ ἐν τοῖς ἔμπροσθεν εἴπομεν παράδειγμα τῆς κόπρου τῆς κατὰ μέρος σηπομένης, οὐ πάνυ τι συμβαίνειν δύναται ἐν τῷ τοῦ ζώου σώματι μιγνυμένων τῶν σηπομένων χυμῶν τοῖς ἀσήπτοις ἑτοίμως, ἅτε συμπνοίας οὔσης καὶ συῤῥοίας ἐκ πάντων εἰς πάντα. οὔκουν οἷόν τε γίνεσθαι τὴν σηπεδόνα καθ’ ἕν τι μέρος ἄλλοτε ἄλλο, πλὴν εἰ φλεγμονὴ δήσασα κατέχει τὸν ἀρξάμενον σήπεσθαι χυμόν. ἐπεὶ τοίνυν εἰς τοὐναντίον ὁ λόγος περιέστησε, χαλεπώτερον δέ ἐστιν ἐξευρεῖν τὴν αἰτίαν τῶν κατὰ περίοδον παροξυνομένων πυρετῶν ἤπερ τῶν συνόχων, πειρατέον ὑπὲρ ἀμφοῖν διελθεῖν, οὐδ’ ἐνταῦθα μηκύνοντας οὐδ’ ἀντιλέγοντας τοῖς ἐσφαλμένοις, ἀλλ’ ὥσπερ ἐν ἅπασι τοῖς ἔμπροσθεν ἐποιήσαμεν, αὐτὰ τὰ ἀληθῆ μόνα διερχόμενοι, ἐξ ὧν ὁρμώμενος ἄν τις εὑρίσκειν
380
δύναιτο καὶ τὰ τοῖς ἄλλοις διημαρτημένα. ἀρκτέον δὲ ἀπὸ τῶν ἐναργέστατα φαινομένων, ἅπερ εἰσιν ὀφθαλμίαι τέ τινες, αἱ μὲν καθ’ ἑκάστην ἡμέραν, αἱ δὲ διὰ τρίτης ἡμέρας παροξυνόμεναι. φαίνονται δὲ καὶ ὤτων ἀλγήματα, καὶ κεφαλῆς ἤτοι συμπάσης, ἢ καὶ τοῦ ἡμίσεως, ὃ δὴ προσαγορεύουσιν ἡμικρανίαν· ἐνίοις δὲ καὶ ποδάγρα καὶ ἀρθρῖτις ὁρᾶται κατὰ περίοδον παροξυνομένη. ὥσπερ οὖν ἐπὶ τῶν τοιούτων ἁπάντων ἰδεῖν ἔστι καὶ τὰς φλέβας ἐν τοῖς παροξυνομένοις μέρεσιν εἰς ὄγκον αἰρομένας, καὶ τὴν φλεγμονὴν αὐξανομένην, καὶ τὰς ὀδύνας ἐπιτεινομένας, καὶ ῥεῦμα περιττόν που προχεόμενον ἔξω, οὕτω χρὴ νοῆσαι κᾀπὶ τῶν ἐντὸς ὅσα μὴ φαίνεται τὴν αὐτὴν ἀναλογίαν σωζομένην ἔχοντα. ὥστε καὶ τὴν ἐν τῇ πλευρίτιδι καὶ τὴν ἐν τῇ περιπνευμονίᾳ φλεγμονὴν ἐξαίρεσθαι μὲν ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν, διαφορεῖσθαι δὲ καὶ προστέλλεσθαι κατὰ τὰς παρακμάς. ὅπως δὲ γίνεται τοῦτο, τάχ’ ἂν εὕροιμεν, εἰ περὶ γενέσεως φλεγμονῆς καὶ τῶν καλουμένων ῥευματικῶν διαθέσεων ἀναμνησθείημεν, ὅσα δι’ ἑτέρων ἡμῖν ἐν τῷ περὶ ἀνωμάλου δυσκρασίας ἀποδέδεικται.
381
σὺν ἐκείνοις γὰρ ὅσον ἴδιόν ἐστι τοῦ νῦν λόγου προστεθὲν, ἀποχρήσει τοῖς παροῦσι ζητήμασι.

Τὸ τοίνυν ἐπιφερόμενον τοῖς ὀφθαλμοῖς ῥεῦμα συγχωροῦσι μὲν ἅπαντες ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥεῖν, ἥτις δέ ἐστιν αἰτία, δι’ ἣν ἐν ὡρισμένῃ περιόδῳ πολλάκις ἐπιῤῥεῖ, λέγειν οὐκ ἔχουσιν, ὡς ἂν μὴ φιλοσοφήσαντες ὑπὲρ τῶν φυσικῶν δυνάμεων, ὑπὲρ ὧν ἐν τρισὶ βιβλίοις ἡμεῖς ἐγράψαμεν, ἀποδεικνύντες ὡς αἱ πᾶσαι τέσσαρές εἰσιν, ὑφ’ ὧν τά τε φυτὰ καὶ τὰ ζῶα διοικεῖται. μία μὲν οὖν ἐστιν ἡ τῶν οἰκείων ἑλκτική· δευτέρα δὲ ἡ καθεκτικὴ τούτων· καὶ τρίτη πρὸς ταύταις ἡ ἀλλοιωτική· καὶ τετάρτη γε πρὸς αὐταῖς ἡ τῶν ἀλλοτρίων ἀποκριτική. διττὸν δὲ δή που τὸ ἀλλότριόν ἐστιν ἅπασι τοῖς οὖσι, τὸ μὲν τῷ ποιῷ, τὸ δὲ τῷ ποσῷ. ἀθροίζεται μὲν οὖν τοῦτο διὰ τὴν ἐν τοῖς μορίοις τῶν δυνάμεων ἰσχὺν καὶ ἀῤῥωστίαν. ἂν μὲν γὰρ ἰσοσθενεῖς ὑπάρχωσιν, οἵ τ’ ἐξοχετεύοντες πόροι τὰ περιττώματα κατὰ φύσιν ἔχωσιν, ὑγιαίνει τὰ μόρια· πλείονος δὲ ἀχθέντος ἢ ὅσον ἀλλοιοῦται, τὸ περιττὸν ἅπαν ἀναγκαῖον ἀποκρίνεσθαι,

382
πρὸς τῆς ἀποκριτικῆς δυνάμεως ὠθούμενον· εἰ δ’ ἀῤῥωστήσειεν αὕτη, μένειν ἐν τῷ χωρίῳ, καὶ τὸ μὲν πολὺ βαρῦνόν τε καὶ διατεῖνον αὐτὸ, τὸ δὲ δριμὺ διαβιβρῶσκόν τε καὶ δάκνον, ὥσπέρ γε καὶ τὸ μὲν θερμὸν θερμαῖνον, τὸ δὲ ψυχρὸν ψύχον. ἐναργῶς δὲ φαίνεται ταῦτα κᾀπὶ τῶν κατὰ τὴν γαστέρα. προσενεγκάμενοι γάρ τινες ἔσθ’ ὅτε σιτία πλέονα, ποτὲ μὲν ἐμεῖν ἀναγκάζονται ναυτιάσαντες, ἐνίοτε δὲ διαῤῥοίαις ἁλίσκονται. ὅπερ οὖν ἐνταῦθα διὰ μεγίστων εὐρυχωριῶν ἐκκρίνεται πρός γε τὸ ἐκτὸς ἐξερευγομένων τὸ περιττὸν, τοῦτ’ ἐν ἄλλοις μέλεσι τοῦ ζώου διὰ λεπτῶν πόρων οὐκ ἐκτὸς, ἀλλ’ ἐξ ἑτέρων εἰς ἕτερα μεταῤῥεῖ μέρη, ὠθούντων μὲν αὐτὸ τῶν ἰσχυροτέρων, ὑποδεχομένων δὲ τῶν ἀσθενεστέρων. ὠθεῖται δ’ αὖθις κᾀκ τούτων εἰς ἕτερα, καὶ ἐξ ἐκείνων εἰς ἄλλα καταῤῥεῖ, μέχριπερ ἂν εἰς τὰ πάντων ἀσθενέστερα κατασκήψῃ. παλινδρομῆσαι δ’ αὖθις εἰς ἕτερα ἐντεῦθεν τῶν ἰσχυροτέρων ἀδύνατον αὐτὸ, καὶ διὰ τοῦτο κατά γε τὰς πληθώρας καὶ κακοχυμίας τὰ πάντων ἀσθενέστερα μόρια τὰ μὲν φλεγμοναῖς ἁλίσκεται, τὰ δ’ ἐρυσιπέλασι, 
383
τὰ δὲ ἕρπησι, τὰ δ’ ἄλλῳ τινὶ παθήματι, τὰ δὲ καὶ τὴν καλουμένην ἴσχει ῥευματικὴν διάθεσιν, ὑπὲρ ἧς ἰδίᾳ μοι γέγραπται. θαυμαστὸν οὖν οὐδὲν, ἤτοι τὸν ἐγκέφαλον, ἢ καὶ σύμπασαν ἐνίοτε τὴν κεφαλὴν, ἀθροίσασάν τι περιττὸν, ἐπί τι τῶν ἀσθενεστέρων ἀπώσασθαι μορίων, ἢ οὖς, ἢ ὀφθαλμοὺς, ἢ κρόταφον, ἢ χεῖλος, ἢ ὀδόντας, ἢ γνάθον, ἢ οὐρανίσκον, ἢ οὖλα, καὶ γαργαρεῶνα, καὶ παρίσθμια, καὶ τοὺς ἀδένας τοὺς ἐνταῦθα· κᾀπειδὰν τούτων μηδὲν ἀσθενὲς ᾖ, καὶ θώρακι, καὶ πνεύμονι, καὶ φάρυγγι, καὶ στομάχῳ, καὶ γαστρὶ καταπέμπειν τὸ ῥεῦμα. καθάπερ οὖν ἡ κεφαλὴ πολλάκις ἑκάστῳ τῶν εἰρημένων αἰτία γίνεται νοσήματος, οὕτω καὶ τῆς κατὰ τὸ ἧπαρ καὶ τὸν σπλῆνα φλεγμονῆς τῶν ὁμιλούντων τι μορίων, ἢ καὶ νὴ Δία τῶν ποῤῥωτέρω κειμένων ἓν ἢ καὶ πλείω γεννᾷ τε καὶ αὐξάνει, καὶ ἀποῤῥεῖ, καὶ κατὰ περίοδον παροξύνει. καὶ οὐδὲν θαυμαστὸν ὅμοιόν τι συμβαίνειν αὐτοῖς πάθημα τῇ κατὰ τὴν γαστέρα τῶν περιττωμάτων ἐκκρίσει. ὥσπερ οὖν εἴ τις ἑώρα μὲν, ὅσον ἐκκρίνεται καθ’ ἑκάστην ἡμέραν, ἠγνόει δὲ τὴν αἰτίαν τῆς ἐκκρίσεως,
384
ἐθαύμαζεν ἂν τὴν τάξιν· οὕτως ὅστις οὐκ οἶδεν οὔτε τῆς γενέσεως τῶν ἐν τῇ κεφαλῇ περιττωμάτων οὔτε τῆς ἐκκρίσεως τὴν αἰτίαν, ἀγνοεῖ δὲ καὶ διὰ τί τὰ μὲν εἰς τὸ ἐκτὸς ἀποῤῥεῖ, τὰ δ’ εἰς ἕτερόν τι μεταῤῥεῖ μόριον, ἀπορεῖ τε καὶ θαυμάζει τὴν ἀναλογίαν τῆς ἐπιῤῥοῆς. ὡσαύτως δὲ καὶ ὅστις οὐκ οἶδεν οὔτε τὰ πέμποντα τῷ ἥπατι τὸ περιττὸν οὔτε τὴν αἰτίαν, καθ’ ἣν ἐπιπέμπεται, θαυμάζει τὴν ἀναλογίαν τῶν ἐφ’ ἥπατι πυρετῶν, ὁ δέ γε γνοὺς, ὅτι τὸ κατασκῆπτον εἰς τὸ σπλάγχνον ῥεῦμα τήν τε πρώτην εἰργάσατο τῆς φλεγμονῆς ἀρχὴν καὶ τοῦ μετὰ ταῦτα παροξύνεσθαι τὸ πεπονθὸς αὐτὸ τὴν αἰτίαν ἔχει, πέπαυται θαυμάζων.