De differentiis febrium

Galen

Galen, De differentiis febrium

Μιχθέντος τοῦ σηπομένου φλέγματος, ἐφ’ ᾧ τὸν καθ’ ἑκάστην ἡμέραν παροξυνόμενον ἐλέγομεν συνίστασθαι πυρετὸν, τῷ πικροχόλῳ χυμῷ τῷ τὸν διὰ τρίτης ἐργαζομένῳ, σύνθετός τε καὶ διπλῆ γίγνοιτ’ ἂν ἥ τε αἰτία καὶ ἡ διάθεσις· ὁ μὲν γὰρ ἕτερος τῶν χυμῶν καθ’ ἑκάστην ἡμέραν ἐπιφέρει τὸν παροξυσμὸν, ὁ δ’ ἕτερος διὰ τρίτης· ὥστε τὴν μὲν ἑτέραν τῶν ἡμερῶν δύο ἔχειν παροξυσμοὺς, ἕνα δὲ τὴν ἑτέραν, ὅταν γε μὴ συμπίπτωσιν ἐγγὺς ταῖς ὥραις οἱ παροξυντικοὶ καιροί· συμπιπτόντων γὰρ, εἷς ἔσται συγκεχυμένος, οὔτε τὴν τοῦ διὰ τρίτης οὔτε τὴν τοῦ καθ’ ἑκάστην

351
ἡμέραν ἀκριβῆ διαφυλάττων ἰδέαν. ἐπεὶ δ’ ἐστὶν ἑκατέρου τῶν πυρετῶν διττὸν εἶδος, ἐπιπλοκαὶ γενήσονται τέσσαρες, μία μὲν, ἐν ᾗ μίγνυται τριταῖος ἀμφημερινῷ, δευτέρα δὲ, ἐν ᾗ τριταῖος τῷ καθ’ ἑκάστην ἡμέραν παροξυνομένῳ συνεχεῖ, καὶ τρίτη μιχθέντος ἀμφημερινοῦ τῷ διὰ τρίτης συνεχεῖ, καὶ τετάρτη καθ’ ἣν ὁ καθ’ ἑκάστην ἡμέραν παροξύνων συνεχὴς μίγνυται τῷ διὰ τρίτης συνεχεῖ. ἑκάστων δὲ τῶν εἰρημένων συμπλοκῶν ἡ διαφορὰ διττὴ, ποτὲ μὲν εἰς τὴν αὐτὴν ὥραν ἁπάντων ὁμοῦ τῶν παροξυσμῶν. ἔστι δ’ ὅτε κατὰ διαφέροντας εἰσβαλλόντων καιρούς. ἀλλ’ οὗτοι μὲν εὐδιάγνωστοι, πλὴν ὅτι πολλάκις ὁ διαλείπων ἀγνοεῖται τοῖς ἀγυμνάστοις, ὡς ἂν μηδέποτ’ εἰς ἀπυρεξίαν ἐρχομένου τοῦ νοσοῦντος. ἀλλὰ χρὴ τὴν ἰδέαν ἐπισκοπεῖσθαι τοῦ παροξυσμοῦ, καθάπερ ἐν τῷ δευτέρῳ περὶ κρίσεων ἐπιπλέον εἴρηται, κᾀντεῦθεν γνωρίζειν οὐκ ἐκ τῆς τῶν περιόδων ἀναλογίας. ὑποκείσθω γὰρ εἰσβεβληκέναι τινὰ περὶ πρώτην ὥραν παροξυσμὸν ἅμα ῥίγει τιτρώσκειν δοκοῦντι τὰς σάρκας τοῦ κάμνοντος, εἶτα καὶ τἄλλα πάντα μέχρι τῆς ἀκμῆς τοῦ τριταίου πυρετοῦ γνωρίσματα
352
προβάλλοντα, μετὰ χολῆς ἐμέτου ἅμα χρηστοῖς ἱδρῶσι παρακμάζειν, καὶ εἶναι μὲν ἤδη τῆς ἡμέρας ὥραν ἐννάτην, τεκμαίρεσθαι δ’ ἡμᾶς ἐκ τῆς συμπάσης κινήσεως τοῦ παροξυσμοῦ περὶ τὴν ἑνδεκάτην ὥραν ἀπύρεκτον εἶναι τὸν κάμνοντα, ταύτην δηλονότι τὴν ἀπυρεξίαν, ἣν ἐν ταῖς περιόδοις ὀνομάζειν εἰώθαμεν· οὕτω δ’ ἐλπιζόντων, ἐξαίφνης ἐπισχεθῆναι μὲν τοὺς ἱδρῶτας, ἤτοι πυκνωθέντος μόνον ἢ καὶ φρίξαντος τοῦ δέρματος, ἐντεῦθεν δὲ τά τε τῆς ἀρχῆς καὶ τῆς ἀναβάσεως, ἔτι τε τῆς ἀκμῆς ἐν εἴδει φλεγματώδους γίνεσθαι πυρετοῦ συνεχοῦς· διττὴν γὰρ οὕτω γε γνωσόμεθα τὴν αἰτίαν εἶναι καὶ τὴν ἰδέαν τῶν πυρετῶν μεμιγμένου τοῦ διαλείποντος τῷ συνεχεῖ, κᾂν μηδὲν εὑρίσκηται διάλειμμα. καὶ κατά γε τὴν δευτέραν ἡμέραν ἐλπίσομεν εἰσβάλλειν τὸν παροξυσμὸν ὥρας ἐννάτης, καὶ εἰ κατὰ τὴν προσδοκίαν ἀποβαίη τὸ πρᾶγμα, πάντως δή που καὶ κατὰ τὴν τρίτην ἡμέραν ὁμοίως ἐλπίσομεν ἔτι πυρέττοντος τοῦ κάμνοντος ἐπεισβάλλειν αὐτῷ τοῦ τριταίου πυρετοῦ παροξυσμὸν ὥρας που πρώτης. εἰ δὲ προλάβοιεν ἢ ὑστερήσαιεν ὅ τε κατὰ τὴν δευτέραν ἡμέραν ἐλπιζόμενος ὥρας ἐννάτης γενέσθαι παροξυσμὸς ὅ τε 
353
κατὰ τὴν τρίτην πρώτης, οὐκέτι κατὰ τὰς ἑξῆς ἡμέρας οὔτ’ ἐννάτην ὥραν οὔτε πρώτην ἐλπίσομεν, ἀλλὰ τοσούτῳ πρότερον ἢ ὕστερον, ὅσῳ περ ἡ ἀναλογία τῆς πρώτης περιόδου τῶν παροξυσμῶν ἢ προλαμβάνοντα τῆς ἀρχῆθεν ὥρας ἢ ὑστερίζοντα προέδειξεν. ὅστις δὲ αὐτῶν παύσαιτο πρότερον, ἔκ τε τῆς ἰδέας τοῦ πυρετοῦ τεκμαίρεσθαι κᾀκ τοῦ κατὰ τὸν παροξυσμὸν μήκους τε καὶ μεγέθους, ἤθους τε καὶ κινήσεως, ἔτι τε τῆς τῶν περιόδων ἀνταποδόσεως ἐν τῷ προλαμβάνειν ἢ ὑστερίζειν, καὶ πρὸς τούτοις ἔτι τοῖς ἐπιφαινομένοις σημείοις ἀπεψίας τε καὶ πέψεως ὅλου τοῦ νοσήματος, ὧν ἐν τοῖς οὔροις ἐστὶ τὰ μέγιστα· καὶ γέγραπται περὶ τούτων ἁπάντων αὐτάρκως ἐν τοῖς περὶ κρίσεων. εἰ δὲ μὴ περὶ τὴν ἐννάτην ὥραν, ἀλλὰ πέμπτην ἢ ἕκτην ὁ φλεγματώδης συνεχὴς ἐπιλάβοι τὸν διαλείποντα χολώδη τὸν κατὰ τὴν πρώτην ὥραν ἠργμένον, ἔτι χαλεπώτερόν ἐστι γνῶναι τοῖς πολλοῖς τούτοις ἰατροῖς, οἷς οὐδὲν μέλει τῆς τοιαύτης θεωρίας, εἴθ’ ἕν ἐστιν εἶδος πυρετοῦ τὸ γιγνόμενον, εἴτε δύο, καὶ ὁποῖον ἑκάτερον. ἅτε δὲ μηδὲν τούτων γινώσκοντες, οὐ μόνον οὐκ ἴσασιν ὡς
354
χρὴ θεραπεύειν τουτουσὶ, μηδὲν γνωριζομένους ὁποῖοί ποτ’ εἰσὶν, ἀλλ’ οὐδ’ εἰ καὶ κατὰ τὴν δευτέραν ἡμέραν ὑποπτεύειν χρὴ τὰς ὥρας ἀμφοτέρας, αἵπερ ἐν τῇ πρώτῃ τοὺς παροξυσμοὺς ἤνεγκαν. ἐγὼ γοῦν οἶδα πολλάκις ἐκ μαντικῆς αὐτοῖς μᾶλλον ἢ προγνώσεως ἰατρικῆς στοχάζεσθαι δόξας τῆς εἰσβολῆς τοῦ παροξυσμοῦ. κατὰ γοῦν αὐτὴν ταύτην, ἣν νῦν προχειριζόμεθα, μίξιν τοῦ τριταίου πρὸς τὸν καθ’ ἡμέραν παροξυνόμενον οἶδά ποτε περὶ μὲν πρώτην ὥραν εἰσβάλλοντα παροξυσμὸν ἀκριβοῦς τριταίου, κατὰ δὲ τὴν ἕκτην τοῦ καλουμένου πρὸς τῶν νεωτέρων ἰατρῶν ἰδίως καθημερινοῦ. καλεῖν γὰρ ἔθος αὐτοῖς οὕτω τὸν καθ’ ἑκάστην ἡμέραν παροξυνόμενον, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενον· ἐγὼ δ’ εἴωθα τὸν τοιοῦτον ὀνομάζειν ἀμφημερινὸν συνεχῆ· τὸ γὰρ καθημερινὸν ὄνομα τὴν ἀρχὴν οὐδ’ ἔστιν εὑρεῖν παρά τινι τῶν Ἑλλήνων γεγραμμένον, ἀμφημερινὸν δὲ πᾶν πρᾶγμα τὸ καθ’ ἑκάστην ἡμέραν ὡσαύτως γιγνόμενον ὀνομάζουσιν. ἀλλὰ γὰρ, ὥσπερ ὁ Πλάτων φησὶ, καταφρονεῖν χρὴ τῶν ὀνομάτων οἷς τοσούτων τε καὶ τηλικούτων πραγμάτων πρόκειται σκέψις.
355
ὀνομαζέσθω τοιγαροῦν ἕνεκα σαφοῦς διδασκαλίας ὁ μὲν ἑκάστης ἡμέρας παροξυνόμενος, εἰς δ’ ἀπυρεξίαν παυόμενος, ἀμφημερινὸς ἁπλῶς οὕτω, μηδὲν ἔτι προστιθέντων αὐτῷ κατὰ τὸν λόγον· ὁ δὲ μὴ παυόμενος, ἀμφημερινὸς συνεχής· ἐξέστω δ’, εἴ τις βούλοιτο, καὶ θατέρῳ προστιθέναι τὸ διαλεῖπον. οὕτω δὲ κᾀπὶ τοῦ διὰ τρίτης, ἡ μὲν ἑτέρα διαφορὰ τριταῖος ἁπλῶς, ἢ καὶ διαλείπων τριταῖος, ἡ δ’ ἑτέρα τριταῖος συνεχής. ἐγχωρεῖ δὲ καὶ τὸν συνεχῆ τριταῖον ὀνομάζειν διὰ τρίτης, ἁπλῶς οὕτω χωρὶς προσθήκης τινὸς, ὥσπερ γε καὶ ὀνομάζουσί τινες. ἀλλὰ γὰρ οὐ χρὴ μηκύνειν ἔτι περὶ τῶν ὀνομάτων, ἐπανέρχεσθαι δὲ ἐπὶ τὸ προκείμενον. ὁ γάρτοι νεανίσκος, ἐφ’ οὗ τὴν ἐπιπλοκὴν ἔφην γεγονέναι τοῦ τριταίου πρὸς τὸν ἀμφημερινὸν τὸν συνεχῆ, κατὰ μὲν τὴν πρώτην ἡμέραν ἕωθεν ὑπήρξατο μετὰ ῥίγους οἰκείου τριταίῳ πυρετῷ, καὶ τἄλλα σύμπαντα φυλάττων ἀκριβοῦς τριταίου γνωρίσματα μέχρι τῆς ἕκτης ὥρας, ἐξαιφνίδιόν τ’ ἔμετον χολώδη τε καὶ πολὺν ἐκόμισε, καὶ γαστρὸς διαχώρησιν ἱκανὴν, καὶ ταύτην χολώδη, καὶ μικροὺς ἱδρῶτας, ἐφ’ οἷς αὐτίκα
356
συνεστάλη καὶ ἔφριξεν ὁ ἄνθρωπος, κᾀντεῦθεν αὖθις ἀρχομένης ἐπισημασίας ἦν ὁ σφυγμὸς μικρὸς καὶ ἀνώμαλος, εἶτα μέχρι μὲν ὥρας ἑνδεκάτης ὑποτυφόμενος ἔτι κατὰ βραχὺ τὰ πλείω μὲν τῆς ἐπισημασίας εἶχεν ἴδια, βραχέα δέ τινα καὶ τῆς ἀναβάσεως· ἐντεῦθεν δὲ μέχρι νυκτὸς ὥρας που τετάρτης ἐπίδοσις ἦν ἀκριβὴς, εἶτα ἐπὶ τοῦ αὐτοῦ μεγέθους ἔμενεν, ὥς γε πρὸς αἴσθησιν, ἄχρι νυκτὸς ὥρας ἕκτης, ὅταν ἤδη σαφῶς ἐφαίνετο παρακμάζειν ἄχρι τετάρτης ὥρας ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν. ἐν ταύτῃ γὰρ ἤδη συνεστέλλετό τε καὶ τὰ τῆς ἐπισημασίας ἐνεδείκνυτο σημεῖα, τῶν μὲν ἀκραίων αὐτοῦ μερῶν ψυχροτέρων γινομένων, τοῦ δὲ σφυγμοῦ μικροῦ· καὶ δὴ καὶ μέχρι τῆς ἑσπέρας ἐπεδίδου κατὰ βραχὺ, μήτε φρίκην τινὰ μήτ’ ἀνωμαλίαν ἑτέραν ποιησάμενος· εἶτα πάλιν ἤκμασε περὶ τὴν τετάρτην ὥραν νυκτὸς, αἰσθητῶς τε παρακμάζειν ὑπήρξατο περὶ τὴν ἕκτην. ὅτι μὲν οὖν κατὰ τὴν τρίτην ἡμέραν ὥρας που δευτέρας ἐχρῆν αὐτοῦ προσδοκᾷν ἔσεσθαι τὴν ἀμφημερινὴν ἐπισημασίαν, εὔδηλον ἦν· οὐ μὴν ὅ γε τριταῖος
357
εἴτε φυλάξει τὴν αὐτὴν ὥραν, εἴτε καὶ μὴ, εὔδηλον ἦν. εἰσέβαλλεν οὖν ὥρᾳ δευτέρᾳ παροξυσμὸς φρικώδης, ὅς τις θᾶττον ἢ κατὰ τὸν ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ τῶν ἡμερῶν τοῦ συνεχοῦς ἀμφημερινοῦ παροξυσμὸν ἐπιδοὺς ἄχρι πέμπτης ὥρας, ἀρχὴν αὖθις ἑτέραν ἐποιήσατο κατὰ τὴν μετὰ πέμπτην ὥραν· καὶ πάντ’ ἦν αὐτῷ τὰ συμπτώματα παραπλήσια τοῖς ἐπὶ τῆς δευτέρας ὥρας γενομένοις· ἐντεῦθεν δ’ αὖ πάλιν ἐπιδιδοὺς ἑτοιμότερον ἄχρι τῆς ὀγδόης ὥρας ἔφριξεν αὖθις ἐν ἐκείνῃ, καὶ μετ’ ὀλίγον ἑτοίμως ἀνέβαινεν παραυξανόμενος ὁ παροξυσμὸς, ὡς νυκτὸς ὥρας που τετάρτης εἰς ἀκμὴν ἀφικέσθαι. καὶ τί γὰρ ἄλλο ἢ ἀκριβοῦς ἡμιτριταίου παροξυσμὸς οὗτος ἐγένετο; τῶν δύο πυρετῶν κατὰ τὴν αὐτὴν ὥραν εἰσβαλλόντων διὰ τὸ προλαβεῖν μὲν ὥραις δύο τὸν καθ’ ἑκάστην ἡμέραν παροξυνόμενον, ὑστερῆσαι δὲ δυοῖν ὥραιν τὸ τριταῖον, ὥστε τῷ δυναμένῳ γνωρίζειν ἰδέας πυρετῶν ἐναργῶς φαίνεσθαι κεκραμένα τά τε τοῦ τριταίου καὶ τὰ τοῦ συνεχοῦς ἀμφημερινοῦ συμπτώματα. τοῦ μὲν γὰρ τριταίου μετὰ ῥίγους εἰσβάλλοντος, τοῦ δ’ ἀμφημερινοῦ χωρὶς ῥίγους, ὁ μικτὸς ἐξ ἀμφοῖν 
358
φρίκην ἐξαίφνης ἔφερεν, ἔλαττον μέν τι πρᾶγμα ῥίγους, μεῖζον δὲ περιψύξεως, καὶ τοσούτῳ γε μεῖζον περιψύξεως, ὅσῳ ῥίγους ἔλαττον· ὥστ’ ἀνάλογον ἀπέχουσαν ἑκατέρου τῶν ἄκρων τὴν φρίκην ἀμφοτέρων ἐν μέσῳ τετάχθαι τοῦ τε ῥίγους καὶ τῆς περιψύξεως, ὅπερ εἴωθε μάλιστα κεραννυμένων γίνεσθαι τῶν ἄκρων. οὐκ οὖν οὐδ’ ἄπο τρόπου τοὔνομα τῷ τοιούτῳ πυρετῷ τὸν ἡμιτριταῖον ἔθεντο. κεκραμένος γὰρ ἐξ ἀμφημερινοῦ τε συνεχοῦς καὶ τριταίου διαλείποντος, τῆς ὅλης αὐτοῦ φύσεως τὸ ἥμισυ μέρος ἑκάτερον ἔχει τῶν εἰρημένων πυρετῶν. ὡς οὖν ὁ ἡμίονός τε καὶ ὁ ἡμίθεος ὠνόμασται, τὸν αὐτὸν τρόπον καὶ ὁ ἡμιτριταῖος· ὅ τε γὰρ ἡμίονος ἥμισυ μὲν ἵππου συντελοῦντος αὐτῷ πρὸς τὴν γένεσιν, ἥμισυ δ’ ὄνου, κατὰ θάτερον αὐτῶν ὠνόμασται ἡμίονος· ὅ θ’ ἡμίθεος ἐνδείκνυται μὲν ἥμισυ μετέχων, ὅτι δ’ ἄνθρωπός ἐστι, κατὰ θάτερον ἥμισυ παραλείπει. καί τοι νῦν καὶ ὁ ἡμιτριταῖος ἥμισυ μὲν ἑαυτοῦ μέρος ἔχει τὸν τριταῖον, ἥμισυ δ’ ἄλλο τὸν ἀμφημερινὸν τὸν συνεχῆ. διττὸς δὲ ὁ τρόπος αὐτῷ τῆς γενέσεως, ἤτοι συνελθόντων εἰς ἕνα καιρὸν τῶν δύο
359
παροξυσμῶν, ὡς ἀρτίως ἐλέγετο, διὰ τὸ προληπτικὸν μὲν εἶναι τὸν ἕτερον, ὑστερητικὸν δὲ τὸν ἕτερον· ἢ εὐθέως ἐξ ἀρχῆς ἀνακεκραμένων ἀλλήλοις ἀμφοτέρων. ὁ μὲν οὖν εἰς ἕνα καιρὸν ἀμφοτέρων συνελθόντων γιγνόμενος ἕνα μόνον ἴσχει παροξυσμὸν ἡμιτριταίου φύσεως· ὁ δ’ ἕτερος ἅπαντας ἐξ ἀρχῆς τοῦ νοσήματος ἄχρι τελευτῆς, ὅσπερ δὴ καὶ κυριώτατος παρὰ πάντων ἡμιτριταῖος ὀνομάζεται. περὶ μὲν δὴ τοῦδε καὶ μετ’ ὀλίγον εἰρήσεται μάλιστα διὰ τοὺς περὶ τὸν Ἀγαθῖνόν τε καὶ τὸν Ἀρχιγένην. τῷ δ’ οὖν νεανίσκῳ τῷ κατὰ τὴν διήγησιν ὑποκειμένῳ κατὰ τὴν τρίτην ἡμέραν τοῦ παροξυσμοῦ τοιούτου γενομένου, διὰ τὸ συμπεσεῖν εἰς ἕνα χρόνον ἀμφοτέρων τῶν πυρετῶν τὰς εἰσβολὰς, τοῦ μὲν καθ’ ἑκάστην ἡμέραν παροξύνοντος ὥραις δύο προλαμβάνοντος ἀεὶ, τοῦ δὲ διὰ τρίτης ὑστερίζοντος ἀεὶ δύο, ὁ κατὰ τὴν τετάρτην ἡμέραν παροξυσμὸς εἰσέβαλλεν ἀνατέλλοντος τοῦ ἡλίου, τὴν ἰδέαν ἀποσώζων ἀκριβῆ τοῦ φλεγματικοῦ πυρετοῦ· ἔμελλε δὲ δήπου κατὰ τὴν ἀναλογίαν ὁ πέμπτος ἀπ’ αὐτοῦ παροξυσμὸς ἄρχεσθαι περὶ δεκάτην ὥραν νυκτὸς, ἐπειδὴ προελάμβανεν ἀεὶ δυοῖν ὥραιν· ὁ δὲ τοῦ χολώδους πυρετοῦ
360
τριταῖος ἀπὸ τῆς ἀρχῆς παροξυσμὸς ἔμελλεν εἰσβάλλειν δήπου κατὰ τὴν πέμπτην ἡμέραν ὥρας τετάρτης, ὥστε εἶναι τὸ μεταξὺ διάστημα τῆς ἀρχῆς τῶν δύο πυρετῶν ἓξ ὡρῶν, ὅπερ οὖν καὶ ἐγένετο, περὶ μὲν τὴν δεκάτην ὥραν τῆς τετάρτης νυκτὸς εἰσβάλλοντος παροξυσμοῦ κατὰ τὴν ἰδέαν τοῦ φλεγματικοῦ πυρετοῦ, καὶ προελθόντος οὕτως ἄχρι τετάρτης ὥρας ἡμερινῆς, ἐπισυνάψαντος δὲ αὐτοῦ τοῦ χολώδους ἅμα ῥίγει μετρίῳ, τοὐντεῦθέν τε πάλιν ἐπίμικτον εἶδος ἔχοντος τοῦ παροξυσμοῦ κατὰ τὴν τοῦ χολώδους τε ἅμα καὶ φλεγματώδους ἰδέαν. τῇ δὲ ἐπιούσῃ νυκτὶ περὶ τὴν ὀγδόην ὥραν ὁ φλεγματώδης πυρετὸς ἀρξάμενος ἀκριβής τε καὶ μόνος ἅπασαν κατέσχε τὴν ἑξῆς ἡμέραν οὖσαν ἕκτην· εἶτα ἄχρι μέσης νυκτὸς παρακμάσας, ἐντεῦθεν πάλιν ὑπῆρξε κατὰ τὸν αὐτὸν τρόπον· εἶτα τὸ ὑπόλοιπον ἥμισυ τῆς νυκτὸς καὶ τὸ μέχρι μεσημβρίας τῆς ἑβδόμης ἡμέρας κατασχὼν, ἤδη πως παρήκμαζεν, ἀλλ’ ὅγε τριταῖος αὐτὸν διεδέξατο μετὰ ῥίγους εἰσβαλὼν, ὥσπερ εἴωθεν εἰσβάλλειν ἀκριβὴς τριταῖος, καὶ τἄλλα πάντα κατὰ τὸν αὐτὸν τρόπον ἀκριβῆ κομίσας γνωρίσματα, χολῆς ἔμετον εἰργάσατο,
361
καὶ διαχώρησιν χολώδη, καὶ οὖρα χρηστὰ, καί τινα βραχεῖαν νοτίδα δείλης ὀψίας, δηλῶν ἐναργέστατα τοῖς μεμαθηκόσι διαγινώσκειν εἴδη πυρετῶν, ὡς ὑφίησί τέ τι καὶ παρακμάζει, καὶ παύσαιτο ἄν που μετὰ μίαν που περίοδον, ἢ τὸ πλεῖστον δευτέραν. καὶ γὰρ οὖν καὶ ἡ παρακμὴ ῥᾳστώνην ἔσχε θαυμαστήν τινα, καὶ οἵαν οὐχ ἑτέρα τῶν ἔμπροσθεν, ἄχρι νυκτὸς ὥρας τετάρτης. ἐν ἐκείνῃ γὰρ ὁ φλεγματικὸς πυρετὸς ὁ καθ’ ἑκάστην μὲν ἡμέραν παροξυνόμενος, ὥραις δὲ δύο προλαμβάνων, εἰσέβαλλε, καὶ κατασχὼν ὅλην τε τὴν νύκτα καὶ τὴν ἑξῆς ἡμέραν ὅλην, αὖθις ὑπήρξατο κατὰ τὴν ὀγδόην νύκτα δευτέρας ὥρας, ἥν τινα νύκτα κατασχὼν ὅλην, παρήκμασε κατὰ τὴν ἑξῆς ἡμέραν τὴν ἐννάτην. ἔμελλε δὲ δήπου καὶ ὁ τοῦ τριταίου παροξυσμὸς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γενήσεσθαι περὶ τὴν ὀγδόην ὥραν, ἐπειδὴ δυοῖν ὥραιν ὑστέριζεν· ἀλλὰ τότε γε περὶ ἐννάτην ὥραν εἰσέβαλλε, δηλῶν ἔτι κατὰ τοῦτο τὴν ἑαυτοῦ παρακμήν. ἡλίου δὲ δυομένου, συνῆψεν αὐτῷ προληπτικῶς εἰσβάλλων ὁ φλεγματώδης, ὡς εἰώθει, καὶ τήν τε νύκτα κατασχὼν ἐκείνην καὶ τὴν ἑξῆς ἡμέραν, αὖθις εἰσέβαλλε κατὰ τὴν δεκάτην ἡμέραν ὥρας δεκάτης·
362
εἶτ’ αὖθις κατὰ τὴν ἑνδεκάτην ἡμέραν ὥρας ὀγδόης ἀκριβῶς διαμένων φλεγματικός· εἶτα περὶ νυκτὸς ὥραν πρώτην φρικώδης εἰσβολὴ τοῦ τριταίου πυρετοῦ τέτταρας ὥρας ὑστερήσαντος ἐγένετο, κᾄπειθ’ ἕκτης ὥρας νυκτὸς ἥ τε γαστὴρ διεχώρησε χολώδη, καί τινες ἐν ὅλῳ τῷ σώματι νοτίδες ἐγένοντο, καὶ μετὰ ταύτας ἡ παρακμὴ πᾶσα πλησίον ἀπυρεξίας ἀφίκετο, καὶ ἦν ἤδη δῆλον, ὡς ὁ μὲν τριταῖος ἐπαύσατο τελέως, ὁ δὲ φλεγματώδης ὑπελείπετο μόνος, ἤδη δέ τι καὶ αὐτὸς ἐνδιδούς. ταῦτ’ ἄρα κατὰ τὴν δωδεκάτην ἡμέραν οὐκέτι προὔλαβεν ὁ παροξυσμὸς ὥραις δυοῖν, ὥσπερ εἰώθει πρότερον, ἀλλὰ ἑβδόμης ὥρας εἰσέβαλεν. εἶτα κατὰ τὴν τρισκαιδεκάτην οὐδὲ τῇ ἕκτῃ, ἀλλὰ ὑστέρησε καὶ ταύτης, ἑβδόμης ὥρας εἰσβαλὼν ἐπ’ ἀξιολόγῳ ῥᾳστώνῃ τε καὶ παρακμῇ. κατὰ δὲ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἥ τε παρακμὴ πολὺ βελτίων ἐγένετο, καὶ ὁ παροξυσμὸς εἰσέβαλεν ὥρας ἐννάτης, κᾀν τοῖς οὔροις ἀξιόλογα σημεῖα πέψεως ἐφάνη, προδηλοῦντα τὴν ἐσομένην λύσιν ἐν τῇ μελλούσῃ κρισίμῳ. ἀλλ’ οὐ περὶ τούτου νῦν ὁ λόγος, ὅτι μὴ πάρεργον· ὅτι δ’ ἐπιμίγνυνται πολλάκις 
363
ἑτερογενεῖς πυρετοὶ, χολώδεις φλεγματώδεσι, καὶ διαλείποντες συνεχέσι, τοὺς πολλοὺς τῶν ἰατρῶν λανθάνοντες, ὁ προγεγραμμένος ἄῤῥωστος ἱκανῶς ἐνδείκνυται.

Ἀλλ’ ἐπειδὴ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, ἐπὶ τὸ ἀναβληθὲν ὀλίγον ἔμπροσθεν ἐπάνειμι αὖθις· ὁ γάρ τοι σύνθετος ἐκ τριταίου καὶ ἀμφημερινοῦ συνεχοῦς, ὃν ἡμιτριταῖον ὀνομάζομεν, ἤτοι πλεονεκτοῦσαν ἔχει τὴν ξανθὴν χολὴν, καὶ διὰ τοῦτο καὶ τὰ τοῦ τριταίου συμπτώματα σφοδρότερα· ἢ ταύτην μὲν ἐλάττονα, πλέον δὲ τὸ φλέγμα, καὶ διὰ τοῦτο τὰ τοῦ συνεχοῦς ἀμφημερινοῦ παθήματα βεβαιότερα· ἢ οὐδέτερον θατέρου τῶν χυμῶν ἐπικρατέστερον, ἀλλ’ ἰσοσθενεῖς ἀμφοτέρους, ὅσπερ δὴ καὶ ἀκριβὴς ἡμιτριταῖός ἐστι, τοιοῦτος ὢν τὴν ἰδέαν, οἷόν περ Ἱπποκράτης αὐτὸν ἐδήλωσε γράφων ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ὧδε· ἦν δὲ τοῖς πλείστοισιν αὐτέων τὰ παθήματα τοιάδε, φρικώδεις πυρετοὶ, συνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες, ὁ δὲ τρόπος ἡμιτριταῖος, τὴν μὲν μίαν κουφοτέρην, τῇ δ’ ἑτέρῃ ἐπιπαραξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντες.

364
φρικώδεις γὰρ εἶπεν οὐχ ἁπλῶς τοὺς μετὰ φρίκης εἰσβάλλοντας, ὡς μυρίοις γε πυρετοῖς ὑπάρχει τοῦτο, περὶ ὧν ἑξῆς ἐρῶ, ἀλλ’ ὅσοις τὸ πλεῖστον μέρος τοῦ παροξυσμοῦ κατειλήφασιν αἱ φρῖκαι, κατά γε τὴν ἑτέραν τῶν ἡμερῶν, ᾗ συνεισβάλλουσιν ὁ τριταῖός τε καὶ ὁ συνεχὴς ἀμφημερινός· ἡ γὰρ ὑπόλοιπος ἡμέρα τὸν ἀμφημερινὸν ἔχει μόνον. ὡς τὰ πολλὰ μὲν οὖν ἡ πρώτη τῶν ἡμερῶν τὸν μικτὸν ἐξ ἀμφοῖν ἐπιφέρει πυρετὸν, ἡ δὲ δευτέρα τὸν συνεχῆ φλεγματώδη· συμβαίνει μὴν ἐνίοτε κατὰ μὲν τὴν πρώτην εἰσβάλλειν τὸν φλεγματώδη, κατὰ δὲ τὴν δευτέραν ἀμφοτέρους. ὁ γοῦν παροξυσμὸς ὁ κοινὸς ἐξ ἀμφοῖν, ὅταν ἰσοσθενεῖς ὦσιν οἱ χυμοὶ, τοιοῦτός ἐστιν, οἷον ὀλίγον ἔμπροσθεν ὑπέγραψα τὸν ἡμιτριταῖον· ὅταν δ’ ὁ τριταῖος ἐπικρατῇ, φρικωδέστερος ὁ πυρετὸς γίγνεται, καί τι καὶ ῥίγους προσλαμβάνει κατὰ τὴν ἐπισημασίαν. εὐθὺς δὲ δήπου καὶ θερμότερος ὁ τοιοῦτός ἐστι καὶ καυσωδέστερος, καὶ θᾶττον ἐπὶ τὴν ἀκμὴν ἀφικνεῖται, καί τινα χολῆς ἔμετον, ἢ διαχώρησιν, ἢ ἰκμάδα φέρει. θατέρου δὲ τοῦ φλεγματώδους πλεονεκτοῦντος, ἐπικρατοῦσι μὲν αἱ ψύξεις τῶν ἀκραίων, ὀλίγαι δ’ εἰσὶν αἱ φρῖκαι, καὶ τῶν
365
σφυγμῶν ἡ θλίψις ἰσχυροτέρα τε καὶ πολυχρονιωτέρα, καὶ βραδέως ἐπιδίδωσιν ὁ παροξυσμὸς καὶ μετὰ πολὺν ἀκμάζει χρόνον, οὐ μὴν οὐδὲ διψώδης, οὐδὲ καυσώδης ἐστὶν, οὐδ’ ἔμετος, ἢ διαχώρησις χολώδης, ἢ νοτὶς ἐπ’ αὐτοῦ γίγνεται. καὶ ταύτης τῆς μίξεως τῶν δύο πυρετῶν εἰς ἔννοιάν τινα καὶ Ἀρχιγένης ἀφίκετο, συγκεχυμένως μέντοι καὶ ἀδιαρθρώτως, ὡς ἐπιδείκνυμεν ἐν τῷ ἑβδόμῳ τῶν γεγραμμένων ἡμῖν ὑπομνημάτων εἰς τὴν περὶ τῶν σφυγμῶν αὐτοῦ πραγματείαν. οἴεται οὖν ἐν τοῖς ἡμιτριταίοις ἐνίοτε μὲν ἐπικρατεῖν τὸν τριταῖον πυρετὸν, ἐνίοτε δὲ τὸν ἀμφημερινὸν, οὐ μὴν περί γε τῆς ἰσοκρατοῦς μίξεως αὐτῶν, ἥπερ δὴ καὶ μόνη τὸν ἀκριβῆ συνίστησιν ἡμιτριταῖον, οὔτε ἐνενόησεν, οὔτε ἐδήλωσεν, ἀλλ’ ὅλως παρέλιπεν. ἐπειδὰν γὰρ ἴσοι κατὰ τὸ μέγεθος ὑπάρχωσιν ὅ τε χολώδης διαλείπων καὶ ὁ φλεγματώδης συνεχὴς, ἡ μὲν εἰσβολὴ τοῦ παροξυσμοῦ μετὰ φρίκης γίνεται· μέσον γὰρ δὴ τοῦτ’ ἐστὶ ῥίγους τε καὶ περιψύξεως, ὧν τὸ μὲν τῷ τριταίῳ, τὸ δὲ τῷ συνεχεῖ φλεγματώδει συνῆν· ἡ δ’ ἀπὸ τῆς εἰσβολῆς αὔξησις διὰ μὲν τὸν τριταῖον εὐθέρμαντός τέ ἐστι καὶ πρὸς τὴν ἀκμὴν ἐπειγομένη, διὰ δὲ τὸν φλεγματώδη βραδεῖαν ὅσον
366
ἐφ’ ἑαυτῷ ποιούμενον τὴν ἀνάβασιν, ἐπέχεταί τε καὶ διακόπτεται, καί ἐστιν ὥσπέρ τις μάχη τῶν συμπτωμάτων, ἐνίοτε μὲν ἐκθερμαινομένου τοῦ κάμνοντος, ὅταν ἡ τοῦ τριταίου θερμότης ἰσχυρότερον ἐνεργήσασα πρὸς τὸ δέρμα τοὺς χυμοὺς ἀναφέρῃ· κατέχοντος δ’ ἔστιν ὅτε καὶ ἀντισπῶντος εἴσω τὴν τούτου κίνησιν τοῦ φλεγματώδους, ἀργοῦ, καὶ δυσκινήτου, καὶ ψυχροῦ, καὶ βραδυπόρου τὴν φύσιν ὑπάρχοντος· ἔν τε τῇ διαμάχῃ ταύτῃ κρατοῦντος μὲν τοῦ ψυχροῦ χυμοῦ συστολαὶ γίνονται καὶ φρῖκαι καὶ καταψύξεις τῶν ἀκραίων τε καὶ τοῦ δέρματος, ὡς δοκεῖν αὖθις ἕτερον εἰσβάλλειν παροξυσμόν· εἰ δ’ ὁ θερμότερος ἐπικρατήσειεν, ἀθρόως τε ἐπιθερμαίνονται καὶ πλησίον τῆς ἀκμῆς ἀφῖχθαι δοκοῦσιν· εἶτ’ ὀλίγον ὕστερον ἐπικρατήσαντος τοῦ φλεγματώδους, συστέλλονταί τε πάλιν οἱ κάμνοντες καὶ καταψύχονται, καὶ φρίττουσι, καὶ τοῦτ’ οὐ παύεται γινόμενον ἄχρι τῆς ἀκμῆς, ἥ τις καὶ αὐτὴ πρωϊαίτερον μὲν ἢ κατὰ τὸν φλεγματώδη χυμὸν, ὀψιαίτερον δὲ ἢ κατὰ τὸν χολώδη γιγνομένη φαίνεται. τοῦ μὲν γὰρ χολώδους τὸ τάχος ὁ φλεγματώδης ἐπέχει, τοῦ δ’ αὖ φλεγματώδους τὸ βραδὺ καὶ νωθρὸν ὁ χολώδης ἐπεγείρει.
367
τοιοῦτος μέν τις ὁ ἀκριβὴς ἡμιτριταῖος, ἐξ ἰσοσθενοῦς κράσεως δυοῖν πυρετοῖν γιγνόμενος, ὅτι καὶ δυοῖν χυμῶν· ὁ δ’ οὐκ ἀκριβὴς ἤτοι τὸν χολώδη χυμὸν, ἢ τὸν φλεγματώδη πλείονα κέκτηται.

Δευτέρα δ’ ἐστὶν ἐπιπλοκὴ καὶ μίξις δυοῖν πυρετῶν, τριταίου τε καὶ ἀμφημερινοῦ, παραπλήσιον μέν τινα τὸν παροξυσμὸν ποιουμένη τῷ πρόσθεν εἰρημένῳ, διαφέροντα δὲ τῷ τε προάγεσθαι τοῦτον εἰς ἀπυρεξίαν καὶ τῷ κατὰ τὴν δευτέραν ἡμέραν ἤτοι μετὰ φρίκης ἢ μετὰ ῥίγους εἰσβάλλειν μονωθέντα τὸν ἀμφημερινόν. οὔκουν ἔθ’ ἡμιτριταῖος ὁ τοιοῦτος ἔσται πυρετὸς, εἴπερ γε τῶν συνεχῶν ἦν ὁ ἡμιτριταῖος· εἰ δὲ θατέρῳ τῷ γένει τῶν πυρετῶν αὐτὸν ἐναριθμήσαιμεν, οὐχ ὁ τοιοῦτος μόνον, ἀλλὰ καὶ ἄλλοι τινὲς τῶν πυρετῶν ὀνομασθήσονται ἡμιτριταῖοι. κατὰ τοῦτό μοι δοκεῖ καὶ ὁ Ἀγαθῖνος ἅπαντας τοὺς παρεκτείνοντας τριταίους ἡμιτριταίους ὀνομάζειν. ἀλλὰ γὰρ ἐπειδὴ περὶ ὀνομάτων μᾶλλον ἢ πραγμάτων αἱ τοιαῦται ζητήσεις εἰσὶν, διατρίβειν ἐν αὐταῖς οὐκ ἀξιῶ. γέγραπται γὰρ ὑπὲρ τῶν ἰατρικῶν ὀνομάτων ἰδίᾳ καθ’ ἑτέραν πραγματείαν, ἐν ᾗ καὶ τοῦτ’ αὐτὸ δείκνυταί 

368
τε καὶ διορίζεται τελέως, ὁποῖαι μέν τινές εἰσιν αἱ περὶ τῶν πραγμάτων, ὁποῖαι δὲ αἱ περὶ τῶν ὀνομάτων ἀμφισβητήσεις. ἴωμεν οὖν αὖθις ἐπ’ αὐτὰ τὰ πράγματα, τὸν ὑφ’ Ἱπποκράτους ὀνομαζόμενον ἡμιτριταῖον τὸν φρικώδη καὶ συνεχῆ, ὃν τριταῖος ἀμφημερινῷ μὲν τῷ συνεχεῖ κεραννύμενος ἀπεργάζεται, τῷ διαλείποντι δ’ οὐκέτι, διὰ τὸ καὶ τὸν ἐξ ἀμφοῖν συντιθέμενον ἐξ ἀνάγκης καὶ αὐτὸν διαλείποντα γίγνεσθαι. οὐ μὴν οὐδ’ ἐκ δυοῖν συνεχῶν, τοῦ τε χολώδους καὶ τοῦ φλεγματώδους, οἷόν τε γενέσθαι τὸν ἡμιτριταῖον. οὔτε γὰρ φρικώδη ποιήσει τὸν τοιοῦτον πυρετὸν ἡ μίξις, οὔτε πολλὰς ἐπαναδιπλώσεις ἔχοντα. παντὸς γὰρ συνεχοῦς πυρετοῦ κατὰ τὸν ἑαυτοῦ λόγον, ὅταν ἀκριβὴς ᾖ, μήτε φρίκην ἔχοντος μήτε ῥῖγος, οὐδ’ ὁ συγκείμενος ἐξ αὐτῶν ἔσται φρικώδης. ἀναγκαῖον οὖν, εἰ μέλλοι φρικώδης τε ἅμα καὶ συνεχὴς ὁ αὐτὸς ἔσεσθαι, τὴν γένεσιν ἴσχειν αὐτὸν ἐκ δυοῖν πυρετῶν, τοῦ μὲν ἑτέρου διαλείποντος, τοῦ δὲ λοιποῦ συνεχοῦς. καὶ διὰ τοῦτο τριταῖος μὲν ἀμφημερινῷ συνεχεῖ κεραννύμενος ἐργάζεται τὸν ἡμιτριταῖον, οὔτε δ’ ἀμφότεροι διαλείποντες, οὔτε
369
δ’ ἀμφότεροί συνεχεῖς γινόμενοι δύνανται γεννῆσαι τοιοῦτον πυρετόν. ἀπολείπεται οὖν μία μίξις ἡ ἐκ διαλείποντος ἀμφημερινοῦ καὶ συνεχοῦς χολώδους γιγνομένη, δυνατή τε καὶ αὕτη συνεχῆ τε ἅμα καὶ φρικώδη γεννῆσαι πυρετόν. ἕξει δ’ ἔμπαλιν ἥδε τῇ πρώτῃ τὸ μὲν συνεχὲς ἐκ τοῦ χολώδους, τὸ δὲ φρικῶδες ἐκ τοῦ φλεγματώδους, τὸ δὲ τῶν ἀναδιπλώσεων ἐκ τῆς πρὸς ἀλλήλους μάχης, καὶ μάλιστα ὅταν ἰσοκρατεῖς ὦσιν οἱ χυμοί. κρατοῦντος δ’ αὐτῶν ὁποτέρου, κατὰ συμπτώματα καὶ ἡ διάγνωσις ἐν τῇ πρώτῃ μίξει δεδήλωται. ταῦτα σύμπαντα περὶ τῶν τεττάρων μίξεων τοῦ τε χολώδους πυρετοῦ καὶ τοῦ φλεγματώδους οἰκειότερα μέν ἐστιν, ὡς ἂν τῳ δόξειεν τῇ περὶ τύπων πραγματείᾳ· λέλεκται δὲ ἀναγκαίως ἐνθάδε διὰ τὸν ἡμιτριταῖον, οὗ τὴν γένεσιν Ἀρχιγένης μὲν εἰς τριταῖον καὶ ἀμφημερινὸν ἀνῆγεν, οὐ παρακολουθῶν, ὅτι διαλείποντα ποιεῖ πυρετόν· Ἀγαθῖνος δ’ ἄντικρυς ὡμολόγησε τοῦ αὐτοῦ γένους εἶναι τῷ τριταίῳ τὸν ἡμιτριταῖον, ἐν τῷ μεγέθει μόνῳ τοῦ παροξυσμοῦ διαφορὰν ἴσχοντα. εἰ μὲν οὖν ἁπάσας τῶν πυρετῶν τὰς διαφορὰς ἀκριβῶς γράψαντες ἐν τοῖς ὀνόμασιν ἐσφάλλοντο, χαλεπὸν ἂν εἴη οὐδέν· ἐπεὶ δ’.
370
οὔτε τῶν ἁπλῶν οὔτε τῶν συνθέτων πάσας ἔγραψαν τὰς διαφορὰς, ἔτι τε καὶ περιττάς τινας ἄλλας προσέθεσαν, οὐδὲν οὔτ’ εἰς πρόγνωσιν οὔτ’ εἰς θεραπείαν ὠφελούσας, ἡμεῖς ἐπειράθημεν εἰς ὅσον οἷοί τ’ ἦμεν ἀκριβῶς ἐξεργάσασθαι τὸν τύπον ἅπαντα, χρόνῳ παμπόλλῳ δι’ ἐμπειρίας ἅμα καὶ λόγου τὰς χρησίμους ἐξευρόντες ἐν αὐτῷ διαφοράς. αἱ μὲν οὖν ἁπλαῖ τῆς νῦν ἐνεστώσης εἰσὶ πραγματείας· αἱ δ’ ἐκ τούτων ἐμπλεκόμεναι τῆς περὶ τύπων, ἧς οὐδ’ αὐτῆς ἂν εἴη ἀμαθὴς παντάπασιν ὁ ταύτην ἐπιμελῶς ἀναγνούς. ἐκ γὰρ ὧν εἴπομεν ἐπὶ τοῦ φλεγματώδους καὶ χολώδους πυρετοῦ μιγνυμένων ἀλλήλοις ἔνεστι ταῦτα κᾀπὶ τὸν μελαγχολικὸν μεταφέροντα τεκμαίρεσθαι περὶ τῆς πρὸς ἑκάτερον ἐκείνων ἐπιπλοκῆς τε καὶ κράσεως, ἐπιπλοκὴν μὲν ὀνομάζοντας, ἐπειδὰν κατὰ διαφόρους ὥρας εἰσβάλλωσι, κρᾶσιν δὲ τὴν καθ’ ἔνα χρόνον ἀρχήν. οὕτω δὲ τοὺς τρεῖς πυρετοὺς ἐπιπλέκειν τε καὶ κεραννύναι δυνήσεταί τις, αὐτὸς καθ’ ἑαυτὸν ἐννοεῖν ἐκ τῶν εἰρημένων ὁρμώμενος. ἁπάντων γὰρ τούτων ἀρχὴ καὶ πηγὴ καὶ στοιχεῖόν ἐστιν τὸ διαγινώσκειν ἀκριβῶς ἑκάστου τῶν ἁπλῶν πυρετῶν τὴν ἰδέαν. οὐδὲ γὰρ πολύ τι τὸ πλῆθος αὐτῶν
371
ἐστιν, ἀλλ’ οἱ πάντες τρεῖς, ὅ τε πικρόχολος καὶ ὁ μελαγχολικὸς καὶ ὁ φλεγματικὸς, ὧν ἑκάστου δύο διαφοραὶ, διαλείποντός τε καὶ συνεχοῦς γιγνομένου, ὡς εἶναι τὰς πάσας διαφορὰς ἁπλῶς τῶν ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων πυρετῶν ἓξ τὸν ἀριθμόν. εἰ δέ τις ἄλλη προσέρχοιτο ταῖσδε κατὰ μέρος ἐν αὐτοῖς διαφορὰ παρά τε τὸ πλῆθος τοῦ χυμοῦ καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν τῆς σήψεως, ἔτι τε τὸν τρόπον τῆς κινήσεως, καὶ τὸ μέρος ἐν ᾧ σήπονται, τὴν γένεσιν ἕξει.

Οἷον αὐτίκα τῶν διὰ τρίτης παροξυνομένων διαλειπόντων πυρετῶν ὅσοις μὲν ὅ τε χρόνος ὁ τοῦ παροξυσμοῦ βραχὺς, ἥ τε εἰσβολὴ μετὰ ῥίγους ἐστὶ, καὶ ἡ λύσις ἐφ’ ἱδρῶσι καὶ χολεμεσίαις, ἢ τῆς κάτω γαστρὸς ὑπαγούσης χολώδη, τούτοις μὲν ὄνομα κεῖται τριταῖος ἀκριβής· ὅσοις δ’ ἐλλείπει τι τούτων, οὐκέτ’ ἀκριβὴς, ἀλλ’ ἁπλῶς τριταῖος ὀνομάζεται. ἐὰν δὲ καὶ τὸ διάλειμμα μικρότερον ἔχωσι, μηκυνθέντος δηλονότι τοῦ παροξυσμοῦ, τριταῖον τοῦτον ὀνομάζουσι παρεκτείνοντα, καί τοι καὶ αὐτοῦ τούτου πολλὴν ἐν

372
τῷ μᾶλλόν τε καὶ ἧττον ἔχοντος τὴν διαφοράν. ἔστι μὲν δήπου τὸν μέν τινα καλεῖν ἁπλῶς οὕτως μεμηκυσμένον, ὅστις ἂν, οἶμαι, τέτταρας καὶ εἴκοσιν ὥρας τοῦ παροξυσμοῦ ποιησάμενος ἀπυρέτους ἴσχῃ τὰς λοιπάς· τὸν δέ τινα μεμηκυσμένον ἱκανῶς, ὅστις ἂν ἀμφὶ τὰ τριάκοντα ὥρας τὸν πυρετὸν ἐκτείνῃ· καί τινα πρὸς τούτοις ἐπιπλέον μεμηκυσμένον, ὃς ἂν εἰς ἓξ καὶ τριάκοντα προέρχηται· καί τινα ἕτερον ἐπιπλεῖστον, ὃς ἂν εἰς τεσσαράκοντα καὶ πλείους ἔτι παρεκτείνηται. περιορίζειν δὲ ἀκριβέσιν ὅροις ἕκαστον τῶν εἰρημένων οὐκ ἐγχωρεῖ διὰ σωριτικὴν ἀπορίαν· οὐ μὴν οὐδ’ ἀναγκαῖόν ἐστι τοιαύτην ὀνομάτων ἀκρίβειαν ζητεῖν, ἐνόν γε ἡμῖν καὶ χωρὶς αὐτῆς δηλοῦν τοῖς πέλας ἀκριβῶς ὑπὲρ ἑκάστου τῶν νοσούντων, καὶ θεραπεύειν ὀρθῶς καὶ προγιγνώσκειν τὸ ἀποβησόμενον. ὑποκείσθω γὰρ τόνδε τινα πέντε καὶ δέκα μὲν ὥρας πυρέττειν, ἀπύρετον δὲ γίγνεσθαι τρισὶ καὶ τριάκοντα, καὶ τοῦθ’ ἑξῆς αὐτῷ κατ’ ἀναλογίαν ἀπαντᾷν. εὔδηλον δ’ ὅτι καὶ τὸν καιρὸν τῆς τροφῆς εἴσεταί τις ἔκ τε τοῦ κατὰ τὸν παροξυσμὸν καὶ τὸ διάλειμμα χρόνου, καὶ καθ’ ὅσον ἐκ χρόνου δυνατόν ἐστι λαβεῖν εἰς πρόγνωσιν καὶ θεραπείαν χρηστὸν, 
373
ἕξει καὶ τοῦθ’ ἱκανῶς ἄνευ τοῦ ζητεῖν, εἴτε τριταῖον ἁπλῶς χρὴ καλεῖν τὸν τοιοῦτον πυρετὸν, εἴτε καὶ μετά τινος ἑτέρας προσθήκης ἀφοριζούσης τὴν διαφοράν. ἀλλὰ καὶ δηλῶσαι βουλόμενος ἑτέρῳ τὸν τοῦ κάμνοντος πυρετὸν ὁποῖός τίς ἐστιν, ἀκριβέστερον δηλώσει τό τε τοῦ παροξυσμοῦ καὶ τὸ τοῦ διαλείμματος εἰπὼν μῆκος, ἢ ζητῶν ὄνομα σαφῶς καὶ ἀφωρισμένως ἐνδείξασθαι, ταὐτὸν δυνάμενον. αὕτη μὲν οὖν ἡ ἀρίστη διήγησις καὶ διδασκαλία. δευτέρα δὲ ἣν ὀλίγον ἔμπροσθεν εἶπον, ἀκριβῆ τινα τριταῖον ὀνομάζων, καὶ ἄλλον ἁπλῶς τριταῖον, εἶτ’ ἄλλον ἠρέμα μεμηκυσμένον, εἶτ’ ἄλλον ἱκανῶς, ἕτερον δὲ ἐπὶ πλέον, εἶτ’ ἄλλον ἐπὶ πλεῖστον. ἀσαφεστάτη δὲ καὶ χειρίστη πασῶν ἡ πρώτη λελεγμένη, καθ’ ἣν ἐρίζουσι καὶ φιλονεικοῦσι καθ’ ἡμέραν πρὸς ἀλλήλους οἱ νεώτεροι τῶν ἰατρῶν, οὐδ’ αὐτὸ τοῦτο γινώσκοντες, ὅτι περὶ ὀνόματος ἐρίζουσιν. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἴσως ἧττον ἄν τις θαυμάσειε· Ἀγαθίνου δὲ πάνυ θαυμάζειν ἄξιον, εἴπερ ἐκτείνοντά τινα καλῶν ἀμφημερινὸν καὶ τεταρταῖον, ἐπὶ τοῦ τριταίου τὴν ἀναλογίαν οὐκ ἐφύλαξεν, ἀλλ’ ὃς ἂν ἐπὶ πλέον
374
ἐκταθῇ ἐν τῷ παροξυσμῷ, τοῦτον ἡμιτριταῖον ὀνομάζει. ἅλις ἤδη μοι τοῦ περὶ ὀνομάτων λόγου, κινδυνεύω γὰρ οὖν κᾀγὼ πλείονα χρόνον ἢ προσήκει διατρίβειν ἐν αὐτοῖς. ἐπανελθεῖν οὖν μοι καιρὸς εἰς τὴν τῶν ὑπολοίπων πραγμάτων ἐπίσκεψιν.