De differentiis febrium

Galen

Galen, De differentiis febrium

Διττὴ δὲ ἡ πρόφασίς ἐστι τῆς τοιαύτης ἐπιῤῥοῆς, μία μὲν, ἣν νῦν δὴ πέπαυμαι λέγων, ὅταν ἐξ ἑτέρων μορίων ἐπιπέμπηται τοῖς ἀσθενεστέροις τὰ περιττώματα· δευτέρα δ’, ὅταν ἕλκηται, περὶ ἧς ἤδη λεκτέον, ἀρχὴν τῷ λόγῳ κᾀνταῦθα τὰ πᾶσιν ἐναργῶς φαινόμενα ποιησαμένους. εἰ γὰρ ἐπαλείψαις τινὶ θαψίαν, ὄψει τοῦτον ἐν ὀλίγῳ χρόνῳ θερμότερόν τε τὸ μόριον ἴσχοντα καὶ εἰς ὄγκον οὐ σμικρὸν ἐξαιρόμενον. οὕτω δὲ καὶ εἰ παρὰ πυρὶ θάλψαις τὸ μέρος,

385
ἢ ἀνατρίψαις ἰσχυρῶς, ἤτοι ῥητίνῃ καταχρίσας, ἢ πίττῃ μετρίως θερμῇ, κᾄπειτ’ ὀλίγον ὕστερον ἀποσπάσας ἀθρόως, ἢ εἰ καί τι προσαπολείψαις ὅτῳ δή ποτε μέρει θερμαῖνον φάρμακον. ὄψει γὰρ ἐν ἅπασι τοῖς τοιούτοις εἰς ὄγκον ἐξαιρόμενον αὐτὸ, τῆς θερμασίας ἤτοι γ’ ἕλκειν ἐφ’ ἑαυτὴν, ἢ δέχεσθαι ῥεύματα πεφυκυίας. οὐ γὰρ ἀναγκαῖον ἐν τῷ παρόντι τὰ τοιαῦτα διορίζεσθαι, τὸ χρήσιμον εἰς τὸ προκείμενον ἔχοντας ἤδη καὶ χωρὶς τοῦ τὰ τοιαῦτα φιλοσοφεῖν. ἐπιῤῥεῖν γὰρ ἀεὶ φαίνεται τοῖς ἰσχυρότερον θερμαινομένοις μορίοις ἐν μὲν τοῖς πληθωρικοῖς καὶ περιττωματικοῖς σώμασιν ἱκανῶς δαψιλὲς, ἐν δὲ τοῖς ἀπερίττοις ὀλίγον. ἐπιῤῥεῖ δ’ οὐχ ἥκιστα καὶ τοῖς ὀδυνωμένοις. οὕτω γοῦν πολλάκις ἄκρον τὸν δάκτυλον τῆς χειρὸς ἐλαχίστῃ βελόνῃ νυχθείς τις, ὀδυνᾶται μὲν αὐτίκα, μικρῷ δ’ ὕστερον φλεγμαίνει τε καὶ εἰς ὄγκον αἴρεται μέγιστον ἅπαντα τὰ πέριξ, ἐνίοις δὲ καὶ βουβῶνες ἐπανίστανται κατὰ τὰς μασχάλας, ἀπολαυσάντων τι τοῦ ῥεύματος τῶν ἀραιῶν τε καὶ σπογγοειδῶν ἐνταῦθα σωμάτων, ἃ δὴ καλοῦσιν ἀδένας. ἔστι δ’ οἷς καὶ κατὰ μέσον τὸν βραχίονα
386
τοῦτο φαίνεται γιγνόμενον, οἷς ἂν ἀξιόλογος ἀδὴν ἐνταῦθ’ ᾖ τεταγμένος. ἐναργέστατα δ’ ὄψει τὸ λεγόμενον ἐφ’ ὧν ἂν ἑλκύδριόν τι μικρὸν ἀφλέγμαντόν τε καὶ ἀνώδυνον ὄνυχος ᾖ πλησίον. εἰ γὰρ ἀμεληθείη τοῦτο, καὶ μὴ συνέρχοιτο, καὶ εἰς οὐλὴν ἄγοιτο, τῆς ἐπιτρεφομένης αὐτῷ σαρκὸς ὑπὸ τοῦ ὄνυχος θλιβομένης, ὀδυνᾶται μὲν πρῶτον, εἶθ’ ἑξῆς ὅλος ὁ δάκτυλος, ἐνίοτε δὲ καὶ καρπὸς αὐτῶν ἢ ποὺς εἰς μεγίστην ἐξαίρεται φλεγμονήν· οὕτως ἄρα καὶ ἡ ὀδύνη ῥεῦμα τοῖς ὀδυνωμένοις ἐπάγει μορίοις, οὐ μὴν οὐδὲ τούτου τὴν αἰτίαν ἐνταῦθα λέγειν ἀναγκαῖον, ἑτέρωθι γὰρ εὐκαιρότερον λέλεκται, καὶ οὐδὲν αὐτῆς εἰς τὰ παρόντα δεόμεθα. φαίνονται γοῦν ἤδη σαφῶς αἰτίαι ῥευμάτων ἐξ αὐτῶν ὁρμώμεναι τῶν ῥευματιζομένων μορίων διτταὶ, μία μὲν ἡ ἐκ τῆς ἀναπτομένης ἐν αὐτοῖς θερμασίας, ἑτέρα δὲ ἡ ἐκ τῆς γινομένης ὀδύνης. τοῦ δ’ ἤτοι πλέον, ἢ ἔλαττον, ἢ χρηστότερον, ἢ μοχθηρότερον ἐπιῤῥυῆναι τὴν αἰτίαν οὐκ ἔτ’ ἐξ αὐτῶν ἔχει μόνον τῶν ῥευματιζομένων σωμάτων, ἀλλὰ τοῦ μὲν χρηστότερον ἢ μοχθηρότερον, ἐν τοῖς πέμπουσι μορίοις ἡ αἰτία, τοῦ δ’ ἧττόν τε καὶ πλέον ἐν τοῖς συναμφοτέροις. αἱ μὲν γὰρ ἰσχυραὶ θερμασίαι
387
τε καὶ ὀδύναι πλέον ἕλκουσιν, αἱ δ’ ἀσθενέστεραι μεῖον· οὕτω δὲ καὶ τὰ μὲν ἀπέριττα σώματα βραχύ τι τοῖς ἕλκουσι πέμπουσι, τὰ δὲ περιττωματικά τε καὶ πληθωρικὰ τοσούτῳ πλέον, ὅσῳ περ ἂν ἐξεστήκῃ τοῦ κατὰ φύσιν. αὗται μὲν οὖν αἱ διαφοραὶ τῶν ῥευμάτων χωρὶς τῆς τῶν ῥευματιζομένων ἀσθενείας γίνονται. ἕτεραι δὲ διά τε τὴν τούτων ἀσθένειαν καὶ τὴν ἰσχὺν τῶν πεμπόντων τὰ περιττώματα. πᾶσαι γὰρ αἱ χωρὶς τοῦ τρωθῆναι καὶ θλασθῆναι καταλαμβάνουσαι τὰ μόρια φλεγμοναὶ περιττωμάτων τινῶν κατασκηπτόντων ἐξ ἰσχυροτέρων εἰς ἀσθενέστερα γίνονται· συνεξάπτουσι δ’ εὐθὺς αἱ τοιαῦται φλεγμοναὶ καὶ πυρετοὺς, ὅταν ἤτοι διὰ μέγεθος, ἢ γειτνίασιν ἡ ἐξ αὐτῶν θερμότης ἐπὶ τὴν καρδίαν ἐξικνῆται. σήπεται μὲν οὖν ἐν πάσαις ταῖς φλεγμοναῖς τὰ κατασκήψαντα περιττώματα διὰ τὰς εἰρημένας ἔμπροσθεν αἰτίας· οὐχ ὁμοίως δὲ σήπεται τὰ πάντα, τῷ τὰ μὲν εἶναι φλεγματικὰ, τὰ δὲ μελαγχολικὰ, τὰ δὲ πικρόχολα. σηπομένων δὲ αὐτῶν ἀνάπτεται θερμασία παρὰ φύσιν ἐν τῷ φλεγμαίνοντι μορίῳ, συνεκθερμαίνουσα μὲν, 
388
ὅσα πρῶτα ψαύει τῶν φλεγμαινόντων μορίων, εἶθ’ ἑξῆς τὰ συνεχῆ τούτοις, ὑφ’ ὧν αὖθις ἕτερα τῷ τῆς γειτνιάσεως λόγῳ θερμανθέντα, καὶ πάλιν ὑπ’ ἐκείνων ἕτερα, διακομίζει τὴν θερμασίαν ἐνίοτε μέχρι τῆς καρδίας. ἥτις μὲν οὖν ἐστιν ἡ ἐν τοῖς φλεγμαίνουσι διάθεσις, ἔν τε τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας εἴρηται λόγῳ κᾀν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων. ὅτι δ’ ἀναγκαῖόν ἐστι τὸ περιεχόμενον ἐν αὐτοῖς αἷμα σήπεσθαι πολλάκις ἅμα τοῖς ἐπιῤῥυεῖσιν, ἐν τῷδε λεχθήσεται.

Τὸ κατασκῆψαν ἐξ ἑτέρου μέρους εἰς ἕτερον περίττωμα ποτὲ μὲν οὕτως ἐστὶ πολὺ καὶ μοχθηρὸν, ὡς βλάψαι τοῦ ῥευματισθέντος μορίου τὴν δύναμιν· ἐνίοτε δὲ οὕτως ἐπιεικές τε καὶ ὀλίγον, ὡς μηδὲν ἀδικῆσαι τὸ ὑποδεξάμενον σῶμα. εἰ μὲν δὴ βλάψει τὴν δύναμιν εἰς τοσοῦτον, ὡς ἔκλυτόν τε γίνεσθαι καὶ μηκέτι κρατεῖν ὧν ἔμπροσθεν ἐκράτει, σήπεσθαι τηνικαῦτα ἀναγκαῖον ἤδη καὶ τῷ αἵματι, κατὰ διττὸν λόγον, ὅτι τε τὸ μὴ κρατούμενον ὑγρὸν ὑπὸ τῆς οἰκείας θερμότητος ὑπόλοιπον ἔχει τὴν εἰς σηπεδόνα μετάστασιν, ὅτι τε τοῖς περιττώμασι σηπομένοις συνδιασήπεται. εἰ δὲ

389
μὴ βλάψειεν εἰς τοσοῦτο τὴν δύναμιν, ὡς ἐκλυθεῖσαν ἡσυχάσαι παντάπασιν, ἡμιμόχθηρόν τι καὶ οἷον ἡμισαπὲς ἐν τῇ τοιαύτῃ καταστάσει γίγνεται τὸ αἷμα, τῇ μὲν τῶν σηπομένων περιττωμάτων γειτνιάσει συνδιασηπόμενον, ἐν δὲ τῷ κατὰ φύσιν ἑαυτοῦ διαμένον τοσοῦτον, ὅσον ἐπὶ τῷ λόγῳ τῆς διακοσμούσης αὐτὸ δυνάμεως. ὁποτέρως δ’ ἂν ἔχῃ, τό τε κατὰ τὴν πρώτην σηπεδόνα θερμὸν ἀναπτόμενόν ἐστι μὲν πάντως δριμύτερόν τε καὶ δακνωδέστερον τοῦ κατὰ φύσιν, αὐξάνεται δ’ εἰς τοσοῦτον, εἰς ὅσον ἂν καὶ ἡ τῶν περιττωμάτων φύσις ἐξαρκῇ. παραπλήσιον γάρ τινα λόγον ἔχει ταῦτα πρὸς τὴν ἐξ αὐτῶν ἀναπτομένην θερμασίαν, οἷόν περ τὰ ξύλα πρὸς τὸ πῦρ. ἐξ αὐτῶν μὲν γὰρ τῶν ξύλων ἀλλοιουμένων γεννᾶται τὸ πῦρ, οὐ μὴν εἰς ἄπειρόν γε χρόνον ἐξαρκεῖ ταῦτα πρὸς τὴν ἀλλοίωσιν, ἀλλ’ ἔστιν ὅρος αὐτοῖς τῆς μεταβολῆς ἡ τῆς ἐνυπαρχούσης ἰκμάδος ἀπώλεια, μέχρι τοσούτου καίεσθαι δυναμένοις, ἄχρι περ ἂν ἔχῃ τι τῆς συμφύτου νοτίδος· ἐκδαπανηθείσης δὲ ταύτης, πέπαυταί τε καιόμενα καὶ τὸ λείψανον αὐτῶν καλεῖται τέφρα. καὶ δὴ καὶ τῶν διασηπομένων χυμῶν ὡσαύτως ἡ θερμασία διαμένει μέχρι περ ἂν ὀπτηθῶσι
390
τελέως· ὀλίγον δ’ εἰκὸς τὸ τῶν χυμῶν γίγνεσθαι γεῶδες λείψανον, οὐχ ὥσπερ τὸ τῶν ξύλων πολὺ, διότι κατὰ τὴν οὐσίαν αὐτῶν ἐπικρατεῖ τὸ ὑγρὸν στοιχεῖον, οὐ τὸ ξηρόν. οὕτω δ’ εἰ καὶ τῶν ἐκτός τινα χυμῶν ἑψεῖν ἐθέλοις, οἷον ἔλαιον ἢ οἶνον, ὀλίγιστον μὲν αὐτοῦ καταλείψεις γεῶδες, τὸ ἄλλο πᾶν εἰς ἀτμόν τε καὶ ἀέρα λεπτυνθὲν οἰχήσεται. καὶ τοίνυν τῶν ζεσάντων ἐπὶ τῇ σηπεδόνι χυμῶν λεπτυνθέντων ὑπὸ τῆς θερμότητος, εἰς τὸ περιέχον ἡ οὐσία σκίδναται πᾶσα κατὰ τὰς ἀκμάς τε καὶ παρακμὰς τῶν πυρετῶν, ὑπολείπεται δ’ ἤδη παντάπασιν ὀλίγον περιττὸν, ἢ οὐδέν· ἐν μὲν τοῖς παχυτέροις χυμοῖς, ὀλίγον, ἐν δὲ τοῖς ὀῤῥωδεστέροις οὐδέν. εἰ μὲν δὴ μή τις ἀσθένεια ἐγγένοιτο τῇ τοῦ φλεγμήναντος μέρους δυνάμει, μήτ’ αὖθις ἐπιπέμποιτο περιττώματα, πέπαυταί τε τὸ νόσημα, καὶ δεύτερον οὐκ ἂν ἔτι πυρέξειεν ὁ ἄνθρωπος, οὔτε κατὰ τὴν ἑξῆς ἡμέραν, οὔτε διὰ τρίτης, οὔτε διὰ τετάρτης· εἰ δή τοι κατὰ τὴν αὐτὴν αἰτίαν ἐπιπέμποιτο, καθ’ ἣν ἐξ ἀρχῆς ἐπέμφθη τῷ μέρει τὰ περιττώματα, ἢ εἰ ταῦτα μὲν οὐκ ἔτι
391
πέμποιτο, παραμένοι δὲ ἡ τῆς δυνάμεως ἀῤῥωστία, δεύτερον ἀνάγκη πυρέξαι τὸν ἄνθρωπον. ὑποκείσθω γὰρ πρότερον ἐῤῥωμένη μὲν ἡ τοῦ μορίου δύναμις, ἀθροιζόμενα δ’ ἐν τῷ μεταξὺ χρόνῳ τὰ περιττώματα κατὰ τὰ πρῶτα ἀποπέμψαντα μόρια, τοιαῦτά τε τὴν ποιότητα καὶ τοσαῦτα τὸ πλῆθος, οἷα καὶ ὅσα τὴν ἀρχὴν ἔπεμψεν. ἔστι δὲ τὸ τοιοῦτον, οἷς ἂν ἥ τε διάθεσις τῶν πεμπόντων ἡ αὐτὴ διαμένῃ καὶ τῆς ἑλκομένης εἰς αὐτὰ τροφῆς ἡ ποσότης τε καὶ ἡ ποιότης. ἀνάγκη γὰρ, οἶμαι, τὸ ἶσον καὶ ὅμοιον ὑπὸ τῆς αὐτῆς δυνάμεως ἀλλοιούμενον, ἶσα καὶ ὅμοια ποιῆσαι περιττώματα. καὶ μὲν δὴ καὶ ὁ τῆς ἀθροίσεως αὐτῶν χρόνος ἐξ ἀνάγκης ἶσος ἔσται. τὰ γὰρ τρεφόμενα μόρια μέχρι περ ἂν ὁμοίαν ἔχῃ τὴν κατάστασιν, ὑπὸ τῆς αὐτῆς τρεφόμενα τροφῆς, ἶσά τε τῇ ποσότητι καὶ ὅμοια τῇ ποιότητι καὶ κατὰ τὴν αὐτὴν τοῦ χρόνου προθεσμίαν ἀθροίσει τὰ περιττώματα. καὶ μέν τοι κατὰ τὴν αὐτὴν περίοδον ὁρμήσει πρὸς τὸ ταῦτα ἀπωθεῖν τε καὶ πέμπειν τοῖς ἀσθενεστέροις· εἴγε δὴ τότε πρῶτον ἡ ἀποκριτικὴ δύναμις ὁρμᾷ πρὸς τὴν ἑαυτῆς ἐνέργειαν, ὅταν ἤτοι βαρύνηται τῷ πλήθει τῶν περιττωμάτων, ἢ δυσχεραίνῃ τῇ
392
ποιότητι. δέδεικται δὲ ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ἐν οἷς χρὴ γεγυμνάσθαι τὸν μέλλοντα σὺν ἀποδείξει μαθήσεσθαι τὰ νῦν λεγόμενα, μεγάλων γε τῶν ἄθλων αὐτῷ προκειμένων ἐκ τῆς τοιαύτης θεωρίας εἰς τὴν θεραπευτικὴν μέθοδον. ἵνα γὰρ ἅπαντα παραλίπω τἄλλα τὰ μέλλοντά γε λεχθήσεσθαι κατ’ ἐκείνην τὴν πραγματείαν, ἑνός γε μόνου μνημονεύσω, προχειροτάτου τε καὶ πολλάκις ὑφ’ ἡμῶν γεγονότος, ὀφθαλμίας παροξυνομένης κατὰ περίοδον· οὐ μικρῶς οἶμαι προτραπήσεσθαι τὸν ἀκούσαντα τὴν νῦν ἡμῖν διαπεραινομένην ἐκμαθεῖν θεωρίαν· ἔμπαλιν γὰρ ἢ ὡς οἱ καλοῦντες ἑαυτοὺς ὀφθαλμικοὺς ἐθεραπεύσαμεν ἀεὶ τὰς τοιαύτας ὀφθαλμίας, ἐκείνων μὲν ἀεὶ τοῖς ὀφθαλμοῖς παρεχόντων πράγματα, ἡμῶν δέ ποτε καθάρσει χρησαμένων, ποτὲ μὲν λουτρῷ, ποτὲ δὲ ἀκρατοποσίᾳ, ὡς Ἱπποκράτης λέγει, ποτὲ δὲ φλεβοτομίᾳ, ποτὲ δ’ ἀμφοτέροις, ἢ κλυστῆρι μετὰ φλεβοτομίας, εἶτ’ ἔσθ’ ὅτε μὲν εὐθὺς ἐπὶ τοῖσδε παυσαμένων, ἔσθ’ ὅτε δὲ μετὰ τοῦ προνοήσασθαι 
393
τῆς κεφαλῆς. ἅπαντες γὰρ οἱ οὕτω θεραπευθέντες ἢ οὐδ’ ὅλως ἔτι παρωξύνθησαν, ἢ ἅπαξ μόνον, ἔλαττον πολὺ τοῦ πρόσθεν. ἀλλὰ περὶ μὲν τῶν θεραπευτικῶν διορισμῶν τε καὶ γνωρισμάτων οὐ νῦν λέγειν καιρός· ὅτι δ’ ἐγχωρεῖ ποτε μὲν τὴν ὅλην κεφαλὴν ἤτοι μηδὲν πεπονθυῖαν, ἀλλ’ αἵματι μοχθηρῷ καὶ περιττωματικῷ τρεφομένην, ἀθροίζειν περιττώματα πλείω τε καὶ μοχθηρότερα τῶν ἔμπροσθεν, ὡς μηκέτ’ αὐτοῖς ἀρκεῖν τὰς φυσικὰς ἐκροάς τε καὶ περιπνοὰς, ἀλλ’ ἀναγκάζεσθαι τὴν φύσιν ὠθεῖν τὸ περιττὸν εἴς τι τῶν ἀσθενεστέρων μορίων· ἢ τῶν μὲν χυμῶν ἐχόντων κατὰ φύσιν, αὐτῆς δέ τι πεπονθυίας, ἢ καὶ συνελθόντων ἀμφοῖν ἀθροίζεσθαί τε τὰ περιττώματα καὶ κατασκήπτειν εἴς τι μόριον, ὁ ἐνεστὼς λόγος ἐπιδεῖξαι σπουδάζει, μέχρι γὰρ ἂν ὅ τ’ ἐπιῤῥέων χυμὸς ὅμοιος ᾖ, καὶ τῆς κεφαλῆς ἡ διάθεσις ἡ αὐτὴ, μέχρι τοσούτου τά τε περιττώματα κατὰ τὸν ἶσον ἀθροισθήσεται χρόνον ὅμοιά τε καὶ ἶσα, καὶ οἱ παροξυσμοὶ τῶν ὀφθαλμῶν ὅμοιοι γενήσονται. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ καὶ μὴ συμπάσης τῆς κεφαλῆς, ἀλλ’ ἑνός γέ τινος
394
τῶν ἐν αὐτῇ μορίων, ἤτοι μηνίγγων, ἢ ἐγκεφάλου γένηταί τις διάθεσις, ὡς ἐκ τῆς τοιαύτης τροφῆς ἀθροίζειν τι τοσόνδε καὶ τοιόνδε περίττωμα κατὰ τοσόνδε χρόνον, εἶτ’ ὠθεῖν τὸ περίττωμα τοῦτο τηνικαῦτα τότε πρῶτον, ὅταν ὑπ’ αὐτοῦ ἀξιολόγως ἀνιαθείη, συμβήσεται καὶ τότε παροξύνεσθαι κατὰ περίοδον, ἢ ὀφθαλμοὺς, ἢ οὖς, ἤ τι τοιοῦτον ἕτερον, εἰς ὅπερ ἂν ἀσθενέστερον ὠθῇ τὸ περιττεῦον. ὥσπερ οὖν ἐπ’ ὀφθαλμῶν, καὶ ὤτων, καὶ ποδῶν, καὶ ἄλλων τε πολλῶν τοιούτων μορίων ἐναργῶς ὁρᾶται κατὰ περίοδον ὁ παροξυσμὸς γιγνόμενος, ὡς ἐπιδέδεικται, τί θαυμαστὸν ἐν πλευρίτιδι καὶ περιπνευμονίᾳ καὶ φρενίτιδι καὶ τοῖς ἄλλοις ἅπασιν, ὧν οὐκ ἔστι θεάσασθαι τὰς φλεγμονὰς, ὁμοίως μὲν ἐπιῤῥεῖν τὸ περιττὸν καὶ ὁμοίως τὸν πυρετὸν ἀνάπτειν, οὐδὲν αὐτοῦ τοῦ φλεγμαίνοντος μέρους πεπονθότος ἐξαίρετον ἴδιον εἰς τὴν τῶν εἰρημένων γένεσιν ἄλλο γε, πλὴν ὅτι τῶν πεμπόντων τὰ περιττώματα κατ’ ἐκεῖνον τὸν χρόνον ἀσθενέστερόν ἐστιν; οὐ μὴν οὐδ’ ἐκεῖνο θαυμαστόν ἐστι, τὸ μηδὲ κατὰ μίαν ἀθροίζεσθαι προθεσμίαν ἅπαντα τὰ περιττώματα. τῷ γὰρ μήτε τὸ φερόμενον ἐν λόγῳ τροφῆς αἷμα ὅμοιον διὰ
395
παντὸς ὑπάρχειν, μήτε τὴν τῶν τρεφομένων διάθεσιν εἶναι τὴν αὐτὴν, ἄλλος ἄλλῳ χρόνῳ ἱκανός ἐστιν εἰς τὴν τοσούτου περιττώματος ἄθροισιν, ὑφ’ οὗ πρώτου λυπεῖται μὲν ἡ φύσις ἡ τοῦ μέρους, ἀναγκάζεται δ’ ὡς ἀλλότριον ἑαυτῆς ἀποτρίβεσθαι τὸ λυποῦν. οὐ μὴν οὐδ’ ὅτι τῶν παροξυσμῶν αὐτῶν ἄνισόν ἐστι τὸ μῆκος, ἔτι χρὴ θαυμάζειν. εἴπερ γὰρ οὐχ ἓν γένος, οὔτ’ εἶδος, οὔτε πλῆθός ἐστι τῶν περιττωμάτων, οὔθ’ ὡσαύτως ἀνάπτεσθαι πᾶσιν, ἢ διαφορεῖσθαι προσήκει. τὰ μὲν γὰρ πλείω καὶ ψυχρότερα καὶ γλίσχρα καὶ παχέα μακροτέρους ἐργάζεται τοὺς παροξυσμούς· τὰ δ’ ἐλάττω καὶ θερμότερα καὶ λεπτότερα βραχυτέρους, συνεπιλαμβανούσης οὐ σμικρὸν εἰς ταῦτα τῆς τε τοῦ σώματος ὅλου κατασκευῆς ἐν ἐκείνῳ τῷ χρόνῳ, καὶ τοῦ τῆς δυνάμεως τόνου. τὸ μὲν γὰρ ἀραιότερον σῶμα βραχυτέρους, ὅσον ἐφ’ ἑαυτῷ, τοὺς παροξυσμοὺς ἐργάζεται, τὸ δὲ πυκνότερον μακροτέρους· καὶ ῥώμη μὲν δυνάμεως ὀλιγοχρονιωτέρους, ἀῤῥωστία δὲ πολὺ χρονιωτέρους. ἡ μὲν γὰρ ἰσχυρὰ δύναμις ἑτοιμότερον ἀφ’ ἑαυτῆς ὠθεῖ τὸ ἀλλότριον, ἡ δὲ τοῦ σώματος ἀραιότης οὐκ ἴσχει τὸ φερόμενον, ὥστ’ ἀνάγκη τοῖς οὕτω διακειμένοις
396
ταχέως ἐκκενοῦσθαι τὸ περιττὸν, εἰ καὶ τἄλλα παραπλήσια ὑπάρχει. κατὰ δὲ τὸν αὐτὸν λόγον, ὅσοις ἐναντίως διάκειται τὸ σῶμα, τοιούτοις ἀνάγκη πολυχρονιωτέραν γίνεσθαι τὴν ἔκκρισιν τῶν περιττωμάτων, ἀῤῥώστως μὲν ὠθούσης τὰ περιττώματα τῆς δυνάμεως, στεγούσης δὲ τὰ φερόμενα τῇ τῶν διεξόδων στενότητι. ἁπάντων δ’ ἅμα συνελθόντων, ἤτοι μακρότατος, ἢ βραχύτατος παροξυσμὸς γίγνεται· μακρότατος μὲν διὰ τὸ πάχος, καὶ τὸ πλῆθος τοῦ περιττώματος, καὶ τὴν ἀσθένειαν τῆς δυνάμεως, καὶ τὴν τῶν διεξόδων στενότητα· βραχύτατος δὲ, διά τε λεπτότητα καὶ ὀλιγότητα τοῦ περιττώματος, καὶ τὴν ῥώμην τῆς δυνάμεως, καὶ τῶν ὁδῶν τὴν εὐρύτητα.

Κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ διὰ τί τῶν παροξυσμῶν οἱ μὲν εἰς ἀπυρεξίαν λήγουσιν, οἱ δὲ οὒ, χαλεπὸν ἐξευρεῖν. ἐπειδὰν μὲν γὰρ ὁ τοῦ προτέρου παροξυσμοῦ χρόνος οὕτως ᾖ βραχὺς, ὡς πρὶν ἄρχεσθαι τὸν δεύτερον, ἤδη πρότερον λελύσθαι, τὸ μεταξὺ τῆς ἀρχῆς τοῦ δευτέρου καὶ τοῦ προτέρου τῆς τελευτῆς διάστημα σύμπαν ἀπύρεκτον γίγνεται· φθάσαντος δ’ εἰσβαλεῖν τοῦ δευτέρου, πρὶν ἀκριβῶς

397
λυθῆναι τὸν πρότερον, οὐδὲν αὐτῶν ἀπολείπεται μεταξύ. τουτὶ μὲν οὖν, ὡς εἴρηταί μοι, ἔστι τῆς ἐν τῷ δεχομένῳ μορίῳ τὰ περιττώματα δυνάμεως ὁμοίας ἑαυτῇ διαμενούσης, τοῦτ’ ἔστι κρατούσης ἔτι τοῦ περιεχομένου κατ’ αὐτὴν αἵματος, ὡς καὶ πρόσθεν· εἰ δ’ ἀσθενής ποτε γένοιτο, καὶ τοῦτ’ αἴτιον αὐτῇ κατασταίη τοῦ μὴ τὰ περιττώματα μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ αἷμα διαφθείρεσθαί τε καὶ σήπεσθαι καὶ πυρετὸν ἐξάπτειν, ἑτέρα τις κᾀντεῦθεν ἀρχὴ γενήσεται περιοδικῶν παροξυσμῶν. εἰ μὲν οὖν ἔτι ἡ προειρημένη φυλάττοιτο θερμασία, διττὸν εἶδος ἔσται πυρετῶν ἀλλήλοις ἐπιπεπλεγμένων· εἰ δ’ ἐκείνη μὲν παύσαιτο, μένοι δὲ ἡ τοῦ δεξαμένου τὸ ῥεῦμα διάθεσις, ἅπερ ἐπὶ τοῦ πέμποντος λέλεκται πρόσθεν, κᾀπὶ τούτῳ μοι νόει. ποιήσει γάρ τινα καὶ τοῦτο τὸ μέρος ἐν αὐτῷ περιττώματα κατὰ διττὸν τρόπον, ὥσπερ δὴ κᾀκεῖνο, τῷ τε μοχθηρὸν εἶναι τὸ αἷμα περιεχόμενον ἐν αὐτῷ καὶ τῷ τὴν δύναμιν ἀῤῥωστεῖν. ὡσαύτως δὲ κᾂν εἰ κατά τινα αἰτίαν ἡντιναοῦν ἀπεργασθείη ἀσθενής ποτε μορίου δύναμις εἰς τοσοῦτον, ὡς ἄχθος αὐτῷ μᾶλλον ἢ τροφὴν εἶναι τὸ παρακείμενον αἷμα, διαφθαρήσεταί τε καὶ εἰ θερμὸν εἴη, σαπήσεται ῥᾳδίως, εἰ δ’. 
398
ὑπόψυχρόν τε καὶ φλεγματικὸν, οὐκ αὐτίκα μὲν, ἀλλὰ ἔν γε τῷ χρόνῳ καὶ τοῦτο τὴν αὐτὴν ἐπικτήσεται διάθεσιν. καὶ μὴν καὶ ὅταν ἀδυνατήσῃ ποτὲ πέψαι τὰ κατ’ αὐτὸ γινόμενα περιττώματα μόριον ὁτιοῦν, ἢ ἀπώσασθαι πρὸς ἕτερον, τοιαύτην ἑαυτῷ τὴν ἀρχὴν τοῦ πυρέττειν, οἵανπερ ἑτέρῳ τὸ πέμπον ἐξεργάζεται· τοῦ δὲ μὴ δύνασθαι πέμπειν ἑτέρῳ τὰ περιττώματα πρώτη μὲν αἰτία κατὰ τὴν τοῦ πέμποντός τε καὶ δεχομένου δύναμιν, ἑτέρα δὲ κατὰ τὴν τῶν ὁδῶν ἔμφραξιν, ὅπερ ἐπὶ γλίσχροις καὶ παχέσι καὶ πολλοῖς εἴωθε γίγνεσθαι χυμοῖς. οὐδὲν οὖν θαυμαστὸν, εἰ καὶ χωρὶς τοῦ πέμπειν ἕτερον ἑτέρῳ περίττωμα, καθάπερ ἡ κεφαλὴ τοῖς ὀφθαλμοῖς ἔπεμπεν, ἐκ τῶν ἐν αὐτῇ ἔτι μενόντων περιττωμάτων εἰς τὴν αὐτὴν τῷ δεχομένῳ τὰ ἀλλότρια διάθεσιν ἀφίκοιντο. τὰ γὰρ ἐμφράξαντα τὰς φυσικὰς ἐκροὰς ἀναγκαῖον ἐν τῷ χρόνῳ καὶ ταῦτα σήπεσθαί τε καὶ πλήθους περιττωμάτων αἴτια καθίστασθαι τῷ μέρει, κωλύοντα κενοῦσθαι καὶ διαπνεῖσθαι συνήθως αὐτό. σήπεται οὖν ὁμοίως ἐκείνοις κᾀκεῖνα τὰ ὕστερον ἀθροιζόμενα, καὶ συνεξάπτει πάντα ἀλλήλοις αὐτίκα τὴν ἐν τῷ μορίῳ πυρετώδη θερμότητα.
399
δέδεικται δ’ ἔμπροσθεν, ὡς ἔνθα ἀνάπτεταί τις ἢ καὶ αὐξάνεται θερμότης, ἐπιῤῥεῖ τούτῳ τῷ μορίῳ τὸ παρὰ τῶν ἄλλων αἷμα. καὶ τοίνυν ἀναγκαῖον ἐν τῷ χρόνῳ τῆς ἐπιῤῥοῆς ψύχεσθαι μὲν ἐκεῖνα λειφαιμοῦντα, βαρύνεσθαί τε καὶ διατείνεσθαι τὸ πεπονθὸς, ἀλλοιοῦσθαι δὲ τὸ ἐπιῤῥυὲν αἷμα διὰ διττὴν αἰτίαν, ὅτι τε μίγνυται τοῖς ἤδη σηπομένοις περιττώμασιν, ὅτι τε σφηνούμενον ἀδιάπνευστον ἀπομένει. τύφεται τοιγαροῦν δίκην ξύλων ὑγροτέρων ἀθρόως ἐπιβληθέντων ὀλίγῃ φλογὶ, καὶ οὗτος ὁ χρόνος ἅπας ἀρχὴ τοῦ παροξυσμοῦ προσαγορεύεται. ἐπειδὰν δὲ τῆς ὕλης ἐγκρατὴς ἡ θερμότης γένηται, καλεῖται μὲν ἐπίδοσίς τε καὶ ἀνάβασις ὁ τοιοῦτος καιρὸς, αὐξάνεται δ’ ἐν τούτῳ θερμότης τοσαύτη τὸ πλῆθος, ὡς μὴ μόνον αὐτὸ καίειν τὸ χωρίον, ὃ οἷόν περ ἑστία τις σηπεδόνος ἐστὶν, ἀλλ’ ἤδη κατὰ τὸ συνεχὲς ἐπινέμεσθαι τὸ σύμπαν σῶμα. κᾀπειδὰν εἰς ἄκρον ἀφίκωνται τῆς ζέσεως οἱ ἐξαπτόμενοι χυμοὶ, καλεῖται μὲν ἀκμὴ τὸ τοιοῦτο τοῦ παροξυσμοῦ μέρος, ἅπαν δὲ διάπυρον εἶναι δοκεῖ τηνικαῦτα τὸ τοῦ κάμνοντος σῶμα, τῆς θέρμης εἰς ὅλον τὸ ζῶον ὁμαλῶς ἐπιτεταμένης. ἐντεῦθεν δὲ,
400
εἰ μὲν οἵ τε χυμοὶ λεπτοὶ τύχοιεν ὄντες, ἥ τε δύναμις εὔρωστος, ἀραιόν τε τὸ σῶμα, κενοῦται τὸ πλεῖστον τῶν ζεσάντων χυμῶν εἰς ἱδρῶτα χυθέν· εἰ δὲ οὗτοί τε παχεῖς εἶεν, ἄῤῥωστός τε ἡ ἐκκριτικὴ δύναμις, αἵ θ’ ὁδοὶ στενωθεῖεν, αἰσθητὸν μὲν οὐδὲν ἀποῤῥεῖ, μόνον δὲ τὸ οὕτως λεπτυνθὲν, ὡς εἰς ἀτμοῦ λεπτοῦ μεταστῆναι φύσιν. ὀνομάζεται δὲ ὁ καιρὸς οὗτος παρακμὴ, διαπνοή τις οὖσα τῶν ζεσάντων χυμῶν. ἀλλὰ μενούσης γε τῆς ἐν τῷ μορίῳ διαθέσεως, ἀναγκαῖον ἕτερον ἐν αὐτῷ γεννηθῆναι περίττωμα, τῆς ἑλκομένης αὖθις εἰς αὐτὸ τροφῆς οὐκ ἀκριβῶς ἁπάσης κρατουμένης, ὃ πάλιν, ὡς εἴρηται πρόσθεν, ὑπό τε τῶν ἐγκαταλελειμμένων τῷ μορίῳ σηπεδονωδῶν περιττωμάτων, καὶ αὐτῆς τῆς οἰκείας μοχθηρίας, ἀρχὴν σηπεδόνος λαμβάνει· κᾀπειδὰν ἱκανῶς θερμανθῇ, πάλιν ἐπιῤῥεῖ πρὸς αὐτὸ, καθάπερ τὸ εἰρημένον πρότερον ἐκ τῶν ἄλλων τοῦ ζώου μορίων αἷμα, καὶ κατὰ τὸν αὐτὸν αὖθις τρόπον ἀρχή τε καὶ ἀνάβασις, ἀκμή τε καὶ παρακμὴ γίγνεται τοῦ παροξυσμοῦ· καὶ τοῦτο οὐ παύεται περιοδίζον, ἄχρις ἂν ἡ διάθεσις ἡ ἐν τῷ πρώτῳ γεννῶντι μορίῳ τὰ περιττώματα φυλάττηται.

401

Διττὴ δ’ ἐστὶν ἡ τοιαύτη διάθεσις, ἡ μέν τις ἀσθένεια τοῦ μορίου, καθ’ ἣν γεννᾶται τὰ περιττώματα· δευτέρα δὲ ἡ ἐξ αὐτῶν τῶν ἑκάστοτε γεννωμένων ἀθροιζομένη. μὴ γάρτοι δόκει, τοῖς μὲν ἐκτὸς ἀγγείοις τούτοις, ἐν οἷς ἑψόμενον ἔδεσμα κνισῶδες ἐγένετο, διάθεσιν ὑπολείπεσθαί τινα, τοῖς μέρεσι δ’, ἐν οἷς οἱ χυμοὶ σήπονται, μηδεμίαν. ἔτι δὴ μᾶλλον ἀδύνατον λυθῆναι τὴν διάθεσιν, ὅταν καὶ τὸ σύμπαν σῶμα κακόχυμον, ἢ καὶ πληθωρικὸν ὑπάρχῃ, καὶ πολὺ δὴ μᾶλλον, εἰ ἐν τούτοις προσγένοιτο στένωσις ἁπάντων τῶν ἐξοχετευόντων πόρων περιττώματα τοῦ μέρους. ὥσπερ οὖν καὶ ἡ ἴασις ἀκολουθήσειεν, ἐὰν οἵ τε πόροι διακαθαρθεῖεν, ὥστε εὔρουν εἶναι τὸ μόριον, ἥ τε δύναμις ῥωσθείη καὶ ἡ διάθεσις ἐπανορθωθείη, καὶ τὸ σύμπαν σῶμα μήτε πληθωρικὸν μήτε κακόχυμον εἴη· ἔστ’ ἂν δὲ ταῦτα διαμένῃ, καὶ τὴν περίοδον τῶν παροξυσμῶν ἀναγκαῖόν ἐστι διαμένειν. οὕτω γοῦν συμβαίνει κᾀπὶ τῶν γυναικῶν· καὶ γὰρ καὶ ταύταις ἄχρι περ ἂν ἶσά τε καὶ ὅμοια μένῃ τὰ τῶν καταμηνίων αἴτια, καὶ ἡ περίοδος αὐτῶν ἡ αὐτὴ φυλάττεται.

402
λέγεται δ’ ἐπὶ πλεῖστον ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τῷ περὶ τῶν ῥευματικῶν διαθέσεων λόγῳ, καὶ νῦν οὔτε χρονίζειν ἐν ταῖς πίστεσι τῶν προαποδεδειγμένων εὔλογον οὔθ’ ὑπερβαίνειν τὰ κεφάλαια τῶν χρησίμων εἰς τὰ παρόντα. χρήσιμα δ’ ἐστὶν ἐν τοῖσδε μάλιστα τό γε γινώσκειν, ὡς ἔνια μὲν τῶν μορίων ἑτέροις ἐπιπέμπει ῥεύματα, καθάπερ ἡ κεφαλὴ τοῖς ὀφθαλμοῖς· ἔνια δὲ ὑπὸ τῶν ἐν αὐτοῖς γεννωμένων περιττωμάτων ἀρχὴν τοῦ πυρέττειν λαμβάνει· καὶ ὅτι τοῖς τοιούτοις ἅπασι κοινὸν μὲν ἡ σηπεδών ἐστι τῶν περιττωμάτων, ἴδιον δ’ ἑκάστῳ, τῷ μὲν ἔμφραξίς τε καὶ σφήνωσις τῶν ἀγγείων, ἤτοι διὰ γλίσχρους χυμοὺς, ἢ παχεῖς, ἢ πολλούς· ἑτέρῳ δὲ στέγνωσις τῶν πόρων ἤτοι τῶν αἰσθητῶν, ἢ τῶν οὐκ αἰσθητῶν· ἄλλῳ δέ τινι τὸ πληρωθῆναι τὰς καθ’ ὅλον αὐτοῦ τὸ σῶμα χώρας κενὰς, καὶ πρὸς τούτοις ἔτι τὸ πρὸς τὴν δύναμιν πλῆθος, ὡς ἐν τῷ περὶ πλήθους ἐπιδέδεικται λόγῳ. τῶν μὲν δὴ κατὰ περίοδόν τινα παροξυνομένων πυρετῶν οὐκ οἶδ’ εἴ τις ἐπιλείπει γενέσεως αἰτία, τῶν δ’ ἀτάκτων ἔνιοι μὲν ἐπὶ τῇ μεταπτώσει τοῦ χυμοῦ, τινὲς δὲ καὶ διὰ 
403
τὸ τῆς διαίτης πλημμελὲς εἰς τὴν τοιαύτην ἔρχονται κατάστασιν. μεταπίπτει μὲν οὖν μάλιστα τὸ αἷμα σηπόμενον. ὡς γὰρ καὶ πρόσθεν εἴρηται, τὸ μέν τι αἵματος ξανθὴ χολὴ γίνεται, τὸ δὲ μέλαινα. εἰς ὅσον δ’ αὖ οἱ ἐν τῷ σώματι τῶν ἀῤῥωστούντων χυμοὶ μεταβάλλουσιν, εἰς τοσοῦτον καὶ αἱ περίοδοι τῶν παροξυσμῶν ὥστ’ οὐδὲν ἔτι θαυμαστὸν ἐν ταῖς τοιαύταις μεταβολαῖς ὑπαλλάττεσθαι τὴν τάξιν. ὑπαλλάττονται δ’ οὐχ ἥκιστα κᾀν τῷ τὸ μὲν ἀρξάμενον σήπεσθαι κατά τι μόριον ἕτερον ὑπάρχειν ἕτερον δ’ ἐξ ἄλλων ἐπιῤῥεῖν, ἤτοι γε ἐν ἐκείνοις μόνοις ὄντα τοιοῦτον, ἢ καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα πλεονάζοντα. οὕτως δὲ καὶ ὅσα κατὰ τὴν δίαιταν ἁμαρτάνεται τοῖς κάμνουσιν, οὐδὲν ἧττον καὶ ταῦτα διαφθείρει τῶν περιόδων τὴν τάξιν. ὥσπερ γὰρ καὶ αὐτοῖς τοῖς ὑγιαίνουσιν αἱ μοχθηραὶ δίαιται νοσημάτων αἰτίαι καθίστανται, τὸν αὐτὸν, οἶμαι, τρόπον, ἢ καὶ μᾶλλον ἔτι τοῖς νοσοῦσιν, ἐξ ὧν ἂν πλημμελήσωσιν, οἱ παροξυσμοὶ συμπίπτουσιν. οὐ μόνον γοῦν ἔτι νοσοῦντες, ἀλλὰ καὶ περὶ τὸν τῆς ἀναλήψεως καιρὸν ἑτοίμως ὑπὸ παντὸς ἁμαρτήματος βλάπτονται. καθ’ ἑκάστην οὖν ἤδη βλάβην ἀξιόλογον ἤτοι
404
προλαμβάνειν πολὺ τὰς περιόδους ἀναγκάζουσιν, ἢ καί τινας ἑτερογενεῖς τῶν ἔμπροσθεν αὐτοῖς γεννῶσιν, ὑφ’ ὧν ἡ τάξις τῶν παροξυσμῶν διαφθείρεται. πολλάκις δὲ διὰ τὴν ἐπιπλοκὴν τῶν περιόδων ἀγνοουμένην τοῖς ἰατροῖς ἀτάκτως ἔδοξαν οἱ νοσοῦντες παροξύνεσθαι. ἀλλ’ αἱ μὲν τοιαῦται τῶν ἀταξιῶν οὐκ εἰσὶν ὄντως, ἀλλὰ φαίνονται μόνον· ὅσαι δὲ ὄντως εἰσὶν, ἤτοι διὰ μετάπτωσιν τῶν τοὺς πυρετοὺς ἐργαζομένων χυμῶν ἢ τὸ πλημμελὲς τῆς διαίτης ἀποτελοῦνται. λοιπὸν δὲ τὸ τῶν συνόχων γένος, ὧν ὁ σύμπας χρόνος εἷς παροξυσμός ἐστιν ἤτοι διὰ παντὸς ὁμότονος, ἢ μειούμενος, ἢ αὐξανόμενος ἄχρι κρίσεως, ὑπὸ τοιαύτης αἰτίας γενέσθαι πέφυκεν, οἵαν ἁπάντων πυρετῶν ὁ Πραξαγόρας ὑπέθετο, σῆψιν οἰόμενος τῶν χυμῶν ἐν τῇ κοίλῃ φλεβὶ συνίστασθαι. τελεώτερος δ’ ἂν ὁ λόγος καὶ ἀληθέστερος γίνοιτο κατὰ τόνδε τὸν τρόπον. ὅσα μὲν ἐν περιόδοις τισὶ παροξύνεται νοσήματα, μορίων ἐπιγίγνεται διαθέσεσιν, ἤτοι πεμπόντων, ἤ δεχομένων, ἢ γεννώντων, ἢ ἑλκόντων περιττώματα, καθ’ ὃν ὀλίγον ἔμπροσθεν εἴρηται τρόπον· ὅσα δ’ ἄνευ περιόδων, οὐδεὶς
405
ἐπὶ τούτων ὁ πεπονθώς ἐστι τόπος ἐξαίρετος, ἀλλ’ οἱ κατὰ τὰς ἀρτηρίας καὶ τὰς φλέβας ἁπάσας χυμοὶ, καὶ μάλισθ’ ὅσοι κατὰ τὰς μεγίστας τε καὶ θερμοτάτας εἰσὶν, ἤτοι δι’ ἄλλην τινὰ αἰτίαν, ὡς ἐν τοῖς ἐφημέροις, ἢ καὶ διὰ σηπεδόνα ζέσαντες, ἀνάπτουσι πυρετὸν ἕνα σύνοχον, ἀπ’ ἀρχῆς ἕως τοῦ τέλους ἀδιάλειπτον, ἄχρι τοσούτου παραμένοντά τε καὶ διακαίοντα τὸν ἄνθρωπον, ἄχρι περ ἂν οἱ γεννῶντες αὐτὸν χυμοὶ δαπανηθῶσιν, ἢ πεφθῶσιν, ἤ τι συναμφότερον πάθωσιν.