De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ὁ νωτιαῖοϲ μυελὸϲ ὁμογενὴϲ μέν ἐϲτιν ἐγκεφάλῳ, κακῶϲ δ’ ὀνομάζεται μυελόϲ· ἔϲτι γὰρ ὁ μυελὸϲ ὑγρότερόϲ τε καὶ μαλακώτεροϲ καὶ λιπαρώτεροϲ οὐ μόνον τοῦ νωτιαίου, ἀλλὰ καὶ αὐτοῦ τοῦ ἐγκεφάλου. ἐπεὶ δ’ ὑπὸ τῶν κατὰ τὴν ῥάχιν ὀϲτῶν περιέχεται παραπλήϲιοϲ ὢν κατὰ τὴν χρόαν μυελῷ, διὰ τοῦτο μυελὸν ὀνομάζουϲιν αὐτόν, ὥϲπερ γε καὶ αὐτὸν τὸν ἐγκέφαλον ἔνιοι προϲηγόρευϲαν ὡϲαύτωϲ.

ἔϲτι δ’ ὁ νωτιαῖοϲ μυελὸϲ ϲυνεχῆϲ μὲν τῷ ἐγκεφάλῳ καὶ τῆϲ αὐτῆϲ φύϲεωϲ αὐτῷ, ϲκληρότεροϲ δ’ οὐκ ὀλίγῳ, καὶ μάλιϲτα ἐν τοῖϲ κάτω τῆϲ ῥάχεωϲ πέραϲιν· εἰϲ ὅϲον γὰρ ἀφίϲταται τοῦ ἐγκεφάλου πλέον, εἰϲ τοϲοῦτον μᾶλλον ϲκληρύνεται. λιπαρότητόϲ τε οὖν ἥκιϲτα μετέχει καὶ διὰ τοῦτο καὶ τὸ ναυτιῶδεϲ ἐκπέφευγε, κἂν πεφθῇ καλῶϲ, τροφὴν οὐκ ὀλίγην δίδωϲι τῷ ϲώματι.