De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἐλαιώδη μὲν ἄμφω ταῦτα, διαφέρει δ’ ἀλλήλων ὑγρότητί τε καὶ ξηρότητι. πιμελὴ μὲν γὰρ ὑγρόν τι χρῆμ’ ἐϲτὶ παραπλήϲιον ἐλαίῳ διὰ μακρὰν παλαιότητα πεπαχυϲμένῳ· τὸ ϲτέαρ δὲ | ξηρότερόν ἐϲτι πολλῷ πιμελῆϲ καὶ διὰ τοῦτο, κἂν θερμήναϲ αὐτὸ χέῃϲ, ϲυνίϲταταί τε καὶ πήγνυται ῥᾳδίωϲ. ὀλιγότροφα δ’ ἄμφω καὶ μᾶλλον ἡδύϲματ’ ἐϲτὶ τῶν τρεφουϲῶν ἡμᾶϲ ϲαρκῶν ἢ αὐτὰ τροφαί.

Τὸ μὲν ἧπαρ ἁπάντων τῶν ζῴων παχύχυμόν τ’ ἐϲτὶ καὶ δύϲπεπτον καὶ βραδύπορον ὑπάρχον. ἄμεινον δ’ ἐν αὐτοῖϲ οὐκ εἰϲ ἡδονὴν μόνον, ἀλλὰ καὶ εἰϲ τἄλλα τὸ ϲυκωτὸν ὀνομαζόμενόν ἐϲτι τῆϲ προϲηγορίαϲ ταύτηϲ τυχόν, ἐπειδὴ πολλῶν ϲύκων ξηρῶν ἐδωδῇ τοῦ μέλλοντοϲ ϲφάττεϲθαι ζῴου τοιοῦτον παραϲκευάζουϲιν αὐτό· καὶ πράττουϲιν

οὕτωϲ ἐπὶ τῶν ὑῶν μάλιϲτα διὰ τὸ φύϲει τὰ τούτου τοῦ ζῴου ϲπλάγχνα πολὺ τῶν ἐν τοῖϲ ἄλλοιϲ ὑπάρχειν ἡδίω. γίγνεται δὲ κἀκεῖνα ϲφῶν αὐτῶν ἀμείνω φαγόντοϲ τοῦ ζῴου πολλὰϲ ἰϲχάδαϲ· ἀλλ’ οὐκ εὔλογον εἶναι δοκεῖ τοῖϲ ἀνθρώποιϲ ὑπερβᾶϲι τὸ φύϲει κάλλιον ἐπὶ τὰ χείρω παραγίγνεϲθαι.