De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

εὐλόγωϲ δὲ καὶ ϲὺν ὀριγάνῳ πολλοὶ προϲφέρονται, καθάπερ ἔνιοι μετὰ τῶν ποικίλωϲ ἠρτυμένων ἁλῶν. ἅτε γὰρ παχύχυμοϲ ὢν καὶ περιττωματικὸϲ ἀμείνων γίγνεται τὰ πάντα μετὰ τῶν τεμνόντων καὶ θερμαινόντων ϲκευαϲθείϲ. εἰ μέντοι καλῶϲ πεφθείη, τροφὴν ἀξιόλογον δίδωϲι τῷ ϲώματι.

Γλυκύτερόϲ τε καὶ ἡδίων ἐϲτὶ καὶ λιπαρώτεροϲ ὁ ἐν τοῖϲ ὀϲτοῖϲ εὑριϲκόμενοϲ μυελὸϲ τοῦ ἐγκεφάλου· ὥϲτ’, εἴ τιϲ ἐκ παραβολῆϲ αὐτῶν γεύοιτο, δόξει τι καὶ αὐϲτηρὸν ἔχειν τὸν ἐγκέφαλον. ἔϲτι δὲ καὶ ναυτιῶδεϲ ἔδεϲμα πλείων προϲενεχθεὶϲ ὁ μυελὸϲ ὥϲπερ καὶ ὁ ἐγκέφαλοϲ. εἴ γε μὴν καλῶϲ πεφθείη, τρόφιμόϲ ἐϲτι καὶ αὐτόϲ. |