Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὔτε πρότερον, ὁπηνίκα Ταυρομενεῖται ἀδίκως ἐξήνεγκαν τὸν κατ’ ἐμοῦ πόλεμον, ἀπολυτρώσας τοὺς αἰχμαλώτους ἐκείνοις ἐχαρισάμην, τῷ κοινῷ δὲ νόμῳ τῶν Ἑλλήνων οὐκ ἠναντιώθην, οὔθ’ ὕστερον ἀποδιδοὺς ἃ τότε ἔλαβον, εὐεργετῶν τοὺς ἀποληψομένους, ὅπερ ὠνείδιζες, αὐτοῖς ἀπέδωκα, Στησιχόρῳ δὲ πρεσβευσαμένῳ διὰ τῶν θυγατέρων περὶ αὐτῶν ἐπείσθην. Ταυρομενεῖται μὲν οὖν καὶ τεθνηκότι Στησιχόρῳ χάριν ἴστωσαν ὧν ἔτυχον, Στησίχορος δὲ τοῖς ἑαυτοῦ τρόποις, ἐγὼ δὲ περὶ πολλῶν καὶ μεγάλων ἐκείνῳ χάριτας εἰδὼς οὐδὲ περὶ τῆς πρεσβείας ἀμνημονήσω· γινώσκω γάρ ὅτι δι’ αὐτῆς αἰτησάμενός τι παρ’ ἐμοῦ καὶ τυχὼν Ταυρομενείτας μὲν εἰς χρήματα εὐηργέτησεν, ἐμὲ δ’ εἰς ἐπίδειξιν ἧς ἔχειν ὑπ’ ἀνθρώπων ἀπιστοῦμαι χρηστότητος.