Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Θαυμάζειν διὰ τῆς ἐπιστολῆς ἔοικας τὴν παρὰ πολύ μου μεταβολὴν τοῦ βίου, ὅτι τὸν ἄλλον χρόνον θρασυτέρως ἢ κατὰ τύραννον ἐμφανὴς ὢν τὰ νῦν οὐδὲ τοῖς ἀναγκαιοτάτοις ὁρῶμαι. ἐγὼ δὲ ἐνδεέστερον ἢ δεῖ φεύγω πάντας ἀνθρώπους· πίστιν γὰρ οὔτε παρ’

ἄλλοις τισὶν οὔτ’ ἐν φίλοις βεβαίαν εὗρον. διὸ πάντα πολυπόνως ἐπιγνοὺς τὴν ἀοίκητον ἐρημίαν ἐν Λιβύῃ τοῦ μετ’ ἀνθρώπων βίου αἱρετωτέραν ὑπολαμβάνω καὶ τὰ θηρόβοτα Νομάδων ἐνδιαιτήματα. μᾶλλον γὰρ ἐμπελασθεὶς λέουσιν ἀκινδύνως συναυλισαίμην ἂν καὶ συνευνηθείην ἑρπετοῖς πᾶσιν ἢ τοῖς νῦν οὖσιν ἀνθρώποις. τοσοῦτον ἡμῖν αἱ πολλαὶ καὶ ποικίλαι καὶ συνεχεῖς τύχαι ἐμπειρίας [καὶ πονηρίας] μεταδεδώκασιν.