Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἀγαθοῦ μὲν ἔργον φίλου καὶ σὺ ποιεῖς καὶ πάντες, ὅσοι πλεῖόν τί μου τοῦ μετρίου περὶ ἀνδρείας μαρτυρεῖτε, πεπεισμένοι ταῖς ἐμαῖς βουλαῖς καὶ πράξεσιν ἡττῆσθαι Λεοντίνους. ἐγὼ δὲ σαφῶς οἶδα τὴν μὲν ἀναγκαίαν ἄμυναν ὑπ’ ἐμοῦ πεπραγμένην, τὴν δ’ εὐκταιοτάτην νίκην ὑπὸ τῆς τύχης κατωρθωμένην· οὐδὲν γάρ ἐστιν, ὦ φίλτατε, τῶν ἐν ἀνθρώποις οὔτε μεῖζον οὔτε ἔλαττον, ὃ μὴ ταῖς ἐκείνης ῥοπαῖς βεβαιοῦται.