Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ταυρομενεῖται μέν, ὑπὲρ ὧν γράφετε πρός με, ἐντολὴν ἔχειν λέγουσαι παρὰ τοῦ πατρός, ὅτε μετήλλαττε τὸν βίον, οὐδεμιᾶς ἦσαν ἐπιτήδειοι τυχεῖν ἐπιει

κείας· οὐδὲν γὰρ ὑπ’ ἐμοῦ πώποτε πλημμεληθέντες οὔτε μεῖζον οὔτ’ ἔλαττον ἀδίκως ἐξήνεγκαν τὸν κατ’ ἐμοῦ πόλεμον. Στησίχορος δ’ οὐ μόνον ταύτης τῆς χάριτος ἄξιός ἐστι παρ’ ἐμοῦ τυχεῖν, ἧς αἰτεῖται δι’ ὑμῶν, τὰ λύτρα τῶν αἰχμαλώτων αὐτοῖς ἅπερ εἰσεπραξάμην ἀποδοθῆναι, ἀλλ’ εἰ καί τι τῶν δυνατῶν ἐστὶ μεῖζον. καὶ γὰρ εἰ τεθνάναι δοκεῖ τισίν, ὅπερ οὐδεὶς ἂν εὖ φρονῶν εἴποι, ἐμοὶ γοῦν ὁ τοιοῦτος οὐ τέθνηκεν. μὴ γὰρ τοσοῦτον ἰσχύσειε τὸ κατὰ Ταυρομενειτῶν μῖσος, ὥστε Στησίχορον αἰτησάμενόν τι μὴ λαβεῖν ὧν Φάλαρις ἔχει τὴν ἐξουσίαν. πάντας μὲν γὰρ ἀνθρώπους ὑπ’ ἐκείνου πρέπει νικᾶσθαι, περιττότερον δὲ πάντων ἐμὲ τὸν ἐν τοσαύταις μυριάσιν ἀνθρώπων, ὧν ἐπειράθην, ἀνδρὸς ἀρετὴν ἐπιφανεστέραν οὐκ εἰδότα. διὸ τά τε χρήματα αὐτοῖς ἀποδοῦναι προστέταχα, καὶ τὴν χάριν ταύτην οὐ δεδωκέναι τῷ πατρὶ ὑμῶν, μὰ τοὺς θεούς, ἀλλ’ αὐτὸς παρ’ ἐκείνου μᾶλλον εἰληφέναι νομίζω.