Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Πεπείσμεθα τὸ τρίτον ἤδη μηδὲν ἀδικεῖσθαι ὑπὸ σοῦ, καίτοι χαλεπωτέραις αἰτίαις ἐφ’ ἑκάστῃ κατηγορίᾳ περιεσχημένου, ἀλλ’ οἷον ἐβουλόμεθά σε καὶ δίκαιον ἦν περὶ ἡμᾶς εἶναι, τοιοῦτον ᾠήθημεν γεγονέναι. τοὺς δὲ τῶν κατηγορούντων λόγους ψευδεῖς ἐνομίσαμεν, παρ’ ὅσον ἐδείσαμεν ἐλέγξαι περὶ σοῦ τὴν ἀλήθειαν. εὖ μέντοι ἴσθι, ὅτι καὶ τὸ μηδὲν ἀδικεῖν ἐν αἰτίᾳ πολλάκις ἐνεχθὲν ἀσφαλὲς αὐτοῦ τοῦ δαίμονος ἔδοξαν οἱ περὶ αὐτῶν δεδιότες κεκολάσθαι. φρόντιζε οὖν, ὅπως μήτε τὸν τρόπον ἡμῖν τὸν σεαυτοῦ ἐχθρὸν παρέξῃ μήτε τὴν τύχην. χαλεπὸν δέ σοι δοξάτω μὴ τοῦτο μόνον, εἰ πολλάκις ὑπ’ ἐμοῦ καὶ ἐφ’ ἑκάστῃ γ’ ἀδικίᾳ εὖ παθὼν οὐ τοῖς ὁμοίοις ἡμᾶς, ὥσπερ δίκαιον, ἀμείβῃ (ἐγὼ μὲν γὰρ οὐκ ἐάσω πονηρίας χρηστότητα ἐνέγκασθαι δευτερεῖα), ἀλλ’ εἰ  μηδὲ  σὺ  σεαθτοῦ  πρός με εὐεργετεῖν βεβουλημένον ἐπιεικέστερος ὀφθήσῃ.