Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τὸ μὲν μηδὲν ἁμαρτάνειν εἰκότως ἴσως καὶ δικαίως θεοῦ νομίζεται, τὸ δ’ ἁμαρτόντα τούτῳ αὐτῷ πρὸς τὸ

μέλλον σεσωφρονίσθαι ἀνθρώπου, τὸ μέντοι μηδὲν πταίσαντα καὶ ἀτυχήσαντα πεφυλάχθαι οὐκ οἶδα ἄλλου τινὸς ὑποληφθῆναι δυνάμενον ἢ κακοῦ. αἰσχρὸν οὖν (ἔτι γὰρ ἔγγιον προσελευσόμεθα) ἑτέροις παράδειγμα τῆς ἀβουλίας γενόμενον αὐτὸν ἑαυτῷ μηδ’ ἐκ τῆς οἰκείας συμφορᾶς χρήσιμον γενέσθαι.