Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἐν μεγάλῃ μοι δοκεῖς εὐηθείᾳ καθεστάναι, Φιλόδημε, εἰ τοσαύτας εὐχὰς οἴει καὶ σπονδὰς ἡμῖν ὑπὲρ σοῦ, ὡς οἴκαδε ἀπονοστήσῃς, γενέσθαι περὶ τῶν πέντε ταλάντων, ὅπως ταῦθ’ ἡμῖν σωθείη, ἃ μετὰ τοῦ μηδὲν ἐλπίζειν παρὰ σοῦ χρηστὸν ἐπεδώκαμεν, ἀλλ’ οὐκ αὐτοῦ σοῦ τῆς ἑταιρείας, τοῦτο δὲ μὰ τοὺς θεοὺς οὐδενὸς πλήθους ἐστὶν ἀντάξιον. εἰ δὲ πάντως θέλεις παρὰ σαυτοῦ δοκεῖν ἐκπεπροικίσθαι τὴν παῖδα, ἔστι μὲν οὐδὲν ἧττον καὶ ταῦτα ἐκ τῶν σῶν· εἰ δὲ οὐ δοκεῖς, προσθεὶς ἐκείνοις τοῖς πέντε ταλάντοις τὰ παρὰ σαυτοῦ τοσαῦτα τὴν προῖκα δέκα ταλάντων ἀνάγραψον, ἵν’ εἰ βούλει, τῆς προικὸς ὃ μέν τι τῆς Φαλάριδος εἴη χάριτος, ὃ δὲ τῆς Φιλοδήμου περιουσίας. μαρτυροῦσα δ’ ἡμῖν πρὸς σὲ πολλὰ καὶ μεγάλα Θεανὼ χαρᾶς ἡμᾶς ἀναπίμπλησιν· ἃ γὰρ ἔτι παῖς οὖσα ἔπασχε, μήτηρ γενομένη μαρτυρεῖ.