Nemean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον·
- νύμφευσε δʼ αὖτις ἀγλαόκαρπον
- Νηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον
- ἀτίταλλεν, ἐν ἀρμένοισι πᾶσι θυμὸν αὔξων·
- ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς
- ὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ Φρυγῶν
- Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις
- Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθʼ, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω
- πάλιν οἴκαδʼ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι.
- τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν·
- Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δʼ ἀγών, τὸν ὕμνος ἔβαλεν
- ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.
- βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει,
- ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ
- καὶ σεμνὸν ἀγλααῖσι μερίμναις
- Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος
- διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται,
- ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον
- ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν
- βρότεον ἔθνος. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς