Nemean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- καὶ ποντίαν Θέτιν κατέμαρψεν
- ἐγκονητί. Λαομέδοντα δʼ εὐρυσθενὴς
- Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν·
- καί ποτε χαλκότοξον Ἀμαζόνων μετʼ ἀλκὰν
- ἕπετό οἱ· οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν.
- συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει·
- ὃς δὲ διδάκτʼ ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτʼ ἄλλα πνέων οὔ ποτʼ ἀτρεκεῖ
- κατέβα ποδί, μυριᾶν δʼ ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται.
- ξανθὸς δʼ Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις
- παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰ
- βραχυσίδαρον ἄκοντα πάλλων, ἴσα τʼ ἀνέμοις
- μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον,
- κάπρους τʼ ἔναιρε, σώματα δὲ παρὰ Κρονίδαν
- Κένταυρον ἀσθμαίνοντα κόμιζεν,
- ἑξέτης τὸ πρῶτον, ὅλον δʼ ἔπειτʼ ἂν χρόνον·
- τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖʼ Ἀθάνα,
- κτείνοντʼ ἐλάφους ἄνευ κυνῶν δολίων θʼ ἑρκέων·
- ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ τοῦτο προτέρων
- ἔπος ἔχω· βαθυμῆτα Χείρων τράφε λιθίνῳ
- Ἰάσονʼ ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλήπιον,