Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δεχνύμεναι στομάτεσσι Διωνύσου μέγα δῶρον.
  2. τί χρέος ἐκ μερόπων δὲ κλυτὰς ἤμειψε γυναῖκας
  3. ἐς τόδε πορδαλίων γένος ἄγριον, αὖθις ἀείσω.
  4. ναὶ μὴν ἄλλο θοὸν διφυὲς γένος ὠπήσαιο,
  5. λύγγας ἀριζήλους· αἱ μὲν γὰρ ἔασιν ἰδέσθαι
  6. τυτθαί, βαιοτέροισί τʼ ἐφωπλίσσαντο λαγωοῖς·
  7. ταὶ δʼ ἄρα μείζονές εἰσιν, ἐπιθρώσκουσι δὲ ῥεῖα
  8. εὐκεράοις ἐλάφοισι καὶ ὀξυτέροις[*](ὀξυκέροις G.) ὀρύγεσσι.
  9. μορφὴν δʼ ἀμφίδυμοι πανομοίϊον ἀμφιέσαντο·
  10. ἶσαι μὲν βλεφάροισιν ὕπʼ[*](ὕπ’ Editor: ἀπ’.) ὀφθαλμῶν ἀμαρυγαὶ
  11. ἱμερόεν στράπτουσι· προσώπατα δʼ ἀμφοτέρῃσι
  12. φαιδρὰ πέλει βαιόν τε κάρη καὶ καμπύλον οὖας·
  13. μούνη δʼ εἰσιδέειν ἀνομοίϊος ἔπλετο χροιή·
  14. μείοσι μὲν λυγγῶν ἐπιδέδρομε ῥινὸς ἐρευθής,
  15. μείζοσι δὲ κροκόεν τε θεείῳ τʼ εἴκελον ἄνθος.
  16. ἔξοχα δʼ αὖ τάδε φῦλα φίλην ἀγάσαντο γενέθλην
  17. εὔγληνοι λύγγες τε πυρίγληνοί[*](περίγληνοι L.) τε λέοντες
  18. πορδάλιές τʼ ὀλοαὶ καὶ τίγριες ἠνεμόεσσαι.
  19. τῶν δʼ ὁπότε σκύμνους νεοθηλέας ἐν ξυλόχοισι
  20. λάθρη συλήσωσιν ἀταρβέες ἀγρευτῆρες,