Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αἱ δʼ ἄρʼ ἔπειτʼ ὀπίσω πάλι νεύμεναι ἀθρήσωσιν
  2. ἐξαπίνης κενεούς τε δόμους καὶ ἔρημα μέλαθρα,
  3. μύρονται λιγέως ἀδινὸν γόον, ἐκ δʼ ἄρα τηλοῦ
  4. κωκυτὸν προϊᾶσι πολύστονον, οἷά τε πάτρης
  5. περθομένης ὑπὸ δουρὶ καὶ αἰθομένης πυρὶ λάβρῳ
  6. πεπτάμεναι περὶ τέκνα μέγα κλαίουσι γυναῖκες.
  7. ἦ ῥα τόσον τεκέων τε καὶ ἀρτιγόνοιο γενέθλης
  8. φίλτρον ἐνὶ κραδίῃ στάξεν θεός· οὐδʼ ἄρα μούνοις
  9. ἀνθρώποις, οἳ πάντα νοήμασι μητίσαντο,
  10. ἀλλὰ καὶ ἑρπηστῆρσι[*](ἑρπυστῆρσι K: ἑρπηστῆσι E.) καὶ ἰχθύσιν ἠδὲ καὶ αὐτοῖς
  11. θήρεσιν ὠμηστῇσι καὶ ὑψιπόλοις ἀγέλαισιν
  12. οἰωνῶν· τόσσον ῥα φύσις κρατερώτατον ἄλλων.
  13. οἵην μὲν κομιδὴν τεκέων ἐνὶ κύμασι δελφὶς
  14. αἰὲν ἔχει γλαῦκός τε χάροψ φωκή τε δυσαής.
  15. πῶς δʼ ἄρʼ ἐν οἰωνοῖσι ποθὴν ἀλίαστον ἔχουσιν
  16. ὧν τεκέων φῆναί τε βαρύφθογγοί τε πέλειαι
  17. αἰετόεντά τε φῦλα πολύζωοί τε κορῶναι.
  18. πῶς δʼ ὄρνις κατὰ δῶμα συνέστιος ἀνθρώποισιν,
  19. ἀρτιτόκος, νεαροῖσι περισκαίρουσα νεοσσοῖς,
  20. κίρκον ὑπὲρ τέγεος κατεπάλμενον ἀθρήσασα