Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀμφίδυμοι παῖδες· πύματον δʼ ἕνα γείνατο μήτηρ
  2. γαστρὸς ἀριστοτόκοιο κλυτὸν βασιλῆα λέοντα.
  3. Πορδάλιες δʼ ὀλοαὶ δίδυμον γένος· αἱ μὲν ἔασι
  4. μείζους εἰσιδέειν καὶ πάσσονες εὐρέα νῶτα,
  5. αἱ δέ τʼ ὀλιζότεραι μὲν ἀτὰρ μένος οὔτι χερείους·
  6. εἴδεα δʼ ἀμφοτέρῃσιν ὁμοίϊα δαιδάλλονται,
  7. νόσφι μόνης οὐρῆς, τῇ τʼ ἔμπαλιν εἰσοράαται·
  8. μείοσι μὲν μείζων τελέθει, μεγάλῃσι δὲ μείων.
  9. εὐπαγέες μηροί, δολιχὸν δέμας, ὄμμα φαεινόν·
  10. γλαυκιόωσι κόραι βλεφάροις ὕπο μαρμαίρουσαι,
  11. γλαυκιόωσιν ὁμοῦ τε καὶ ἔνδοθι φοινίσσονται,
  12. αἰθομέναις ἴκελαι, πυριλαμπέες· αὐτὰρ ἔνερθεν
  13. ὠχροί τʼ ἰοτόκοι τε περὶ στομάτεσσιν ὀδόντες.
  14. ῥινὸς δαιδαλέος, χροιῇ τʼ ἐπὶ παμφανοώσῃ
  15. ἠερόεις, πυκινῇσι μελαινομένῃσιν ὀπωπαῖς.
  16. ὠκύτατον θείει, καί τʼ ἄλκιμον ἰθὺς ὀρούει·
  17. φαίης, ὁππότʼ ἴδοιο, διηερίην φορέεσθαι.
  18. ἔμπης καὶ τόδε φῦλον ἐπικλείουσιν ἀοιδοὶ
  19. πρόσθʼ ἔμεναι Βάκχοιο φερεσταφύλοιο τιθήνας·
  20. τοὔνεκεν εἰσέτι νῦν οἴνῳ μέγα καγχαλόωσι,