Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔννεπέ μοι κἀκεῖνα, πολύθροε Μοῦσα λιγεῖα,
  2. μικτὰ φύσιν θηρῶν, διχόθεν κεκερασμένα, φῦλα,
  3. πόρδαλιν αἰολόνωτον ὁμοῦ ξυνήν τε κάμηλον.
  4. Ζεῦ πάτερ, ὅσσα νόησας, ὅσʼ εἴδεα νῶϊ φύτευσας,
  5. ὅσσα βροτῖσιν ὄπασσας, ὅσʼ εἰναλίοις νεπόδεσσιν.
  6. ὅς τόδʼ ἐμήσαο πάγχυ καμήλων αἰόλον εἶδος,
  7. ἀμφιέσας ῥινοῖσιν ἀναιδέσι πορδαλέοισι
  8. φαίδιμον, ἱμερόεν, τιθασὸν γένος ἀνθρώποισι.
  9. δειρή οἱ ταναή, στικτὸν δέμας, οὔατα βαιά,
  10. ψιλὸν ὕπερθε κάρη, δολιχοὶ πόδες, εὐρέα ταρσά,
  11. κώλων δʼ οὐκ ἴσα μέτρα, πόδες τʼ οὐ πάμπαν ὁμοῖοι,
  12. ἀλλʼ οἱ πρόσθεν ἔασιν ἀρείονες, ὑστάτιοι δὲ
  13. πολλὸν ὀλιζότεροι, κατά τʼ ὀκλάζουσιν ὁμοῖοι.
  14. ἐκ δὲ μέσης κεφαλῆς δίδυμον κέρας ἰθὺς ὀρούει,
  15. οὔ τι κέρας κερόεν, παρὰ δʼ οὔατα μεσσόθι κόρσης
  16. ἀβληχραὶ κροτάφοισιν ἐπαντέλλουσι κεραῖαι·
  17. ἄρκιον, ὡς ἐλάφοιο, τέρεν στόμα, λεπταλέοι τε
  18. ἐντὸς ἐρηρέδαται γαλακόχροες[*](γαλακόχροες Editor coll. Callim. Hec. I. 4. 3: γαλακτόχροες (γαλοκτ- DE) MSS.) ἀμφὶς ὀδόντες·
  19. αἴγλην παμφανόωσαν ἀπαστράπτουσιν ὀπωπαί.
  20. οὐρὴ δʼ αὖτʼ ἐλαχεῖα, θοαῖς ἅτε δορκαλίδεσσιν,