Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἄκραισιν μετόπισθε μελαινομένῃσιν ἐθείραις.
  2. ναὶ μὴν ἄλλο γένεθλον ἐμοῖς ἴδον ὀφθαλμοῖσιν
  3. ἀμφίδυμον, μέγα θαῦμα, μετὰ στρουθοῖο κάμηλον·
  4. τὴν ἔμπης κούφοις μεταρίθμιον οἰωνοῖσι
  5. καὶ πτερόεσσαν ἐοῦσαν ἐμαὶ μέλψουσιν ἀοιδαί,
  6. οὕνεκεν ἡμετέρης μιν ἕλεν νόμος αἰόλος ἄγρης.
  7. οὔτε γὰρ ὀρνίθων σφε δαμάσσατο δήϊος ἰξός,
  8. οὔτε διηερίην δόνακες πατέοντες ἀταρπόν.
  9. ἀλλʼ ἵπποι σκύλακές τε θοοὶ καὶ ἀείδελα δεσμά.
  10. τῆς ἤτοι μέγεθος μὲν ὑπέρβιον, ὅσσον ὕπερθε
  11. νώτοις εὐρυτάτοισι φέρειν νεοθηλέα κοῦρον·
  12. καὶ πόδες ὑψιτενεῖς, ἴκελοι νωθροῖσι καμήλοις,
  13. ὁπποῖον θαμινῇσιν ἀρηράμενοι φολίδεσσι
  14. σκληρῇς ἄχρι διπλῆς ἐπιγουνίδος· ὕψι δʼ ἀείρει
  15. βαιὴν μὲν κεφαλήν, πολλὴν δὲ τανύτριχα δειρὴν
  16. κυανέην· κείνῃσι πολὺ πτερόν· οὐ μὲν ὕπερθεν[*](After 496 all MSS. insert C. iv. 74-76)
  17. ἠέρος ὑψιπόροισιν ἐπιπλώουσι κελεύθοις,
  18. ἀλλʼ ἔμπης θείειν ποσσὶ κραιπνοὶ τελέθουσαι
  19. αὐτοῖσιν φορέουσιν ἴσον τάχος οἰωνοῖσιν.
  20. οὐδὲ μὲν ὀρνίθεσσιν ὁμοίϊος ἀμβαδὸν εὐνή,