Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀσπὶς δʼ ἰοφόρον πέλας ἀντήειρε κάρηνον,
  2. στήθεά τʼ εὔρυνε, στυφελόν θʼ ὑπέσηρεν ὀδόντα,
  3. μαρναμένη γενύεσσιν ἐτώσια λευγαλέῃσιν.
  4. ἀλλʼ οὐκ ἰχνεύμων τότʼ ἀρήϊος ἐν ψαμάθοισι
  5. δηθύνει, πικρῶν δὲ θορὼν ἐδράξατο λαιμῶν,
  6. δαρδάπτει τε γένυσσιν ἑλισσομένην ἑκάτερθε,
  7. καὶ νέκυν αὐτίκʼ ἔθηκʼ ἀποφώλιον ἐκπτύουσαν
  8. πευκεδανὸν θανάτοιο φίλον, ζαμενῆ χόλον, ἰόν.
  9. ναὶ μὴν αἰολόβουλος ἐπʼ ἀγραύλοισι μάλιστα
  10. θηρσὶ πέλει κερδώ, μάλʼ ἀρήϊος ἐν πραπίδεσσι·
  11. καὶ πινυτὴ ναίει πυμάτοις ἐνὶ φωλειοῖσιν,
  12. ἑπταπύλους οἴξασα δόμους τρητάς τε καλιὰς
  13. τηλόθʼ ἀπʼ ἀλλήλων, μή μιν θηρήτορες ἄνδρες
  14. ἀμφὶ θύρῃ λοχόωντες ὑπὸ βροχίδεσσιν ἄγωνται·
  15. ἀργαλέη γενύεσσι καὶ ἀντία δηρίσασθαι
  16. θηρσί τʼ ἀρειοτέροισι καὶ ἀγρευτῆρσι κύνεσσιν.
  17. εὖτε δὲ χεῖμα πέλει κρυερὸν βόσιός τε χατίζει,
  18. γυμναὶ δʼ ἡμερίδες περὶ βότρυσιν ἰνδάλλονται,
  19. δὴ τότε καὶ θηρᾶν[*](θήραν or θήρην or θῆρα MSS.) πικρὴν ἐπὶ μῆτιν ὑφαίνει,
  20. οἰωνούς τε δόλοισιν ἑλεῖν καί τέκνα λαγωῶν.