Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αὐτὰρ ὅ γʼ ἐξ ὕπνου βαρυαέος ἔγρετο δειλός,
  2. καὶ κακὸν ἐν λαγόνεσσι φέρων τόσον ἀπροτίελπτον,
  3. πάντῃ μαινόμενος καὶ ἀμήχανος ἀμφαλάληται,
  4. ἄλλοτε μὲν ποτὶ τέρματʼ ἰὼν μυχάτου ποταμοῖο,
  5. ἄλλοτε δʼ αὖ ψαμάθοισι κυλινδόμενος ποτὶ χέρσον,
  6. ἄγριον ἀσθμαίνων, στρωφώμενος ἀμφʼ ὀδύνῃσιν.
  7. αὐτὰρ ὅ γʼ οὐκ ἀλέγει, γλυκερῇ δʼ ἐπιτέρπετʼ ἐδωδῇ·
  8. ἥπατι δʼ ἄγχι μάλιστα παρήμενος εἰλαπινάζει·
  9. ὀψὲ δέ τοι προλιπὼν κενεὸν δέμας ἔκθορε θηρός.
  10. ἰχνεῦμον μέγα θαῦμα,[*](v. l. μεγάθυμε.) μεγασθενές, αἰολόβουλε,
  11. ὅσσην τοι κραδίη τόλμαν χάδεν. ὅσσον ὑπέστης,
  12. ἀγχίμολον θανάτοιο τεὸν δέμας ἀμφὶς ἐρείσας.
  13. ἀσπίδα δʼ ἰοφόρον τοίαις ἐδαμάσσατο βουλαῖς.
  14. πᾶν δέμας ἐν ψαμάθοισι καλύψατο θῆρα δοκεύων,
  15. νόσφι μόνης οὐρῆς τε καὶ ὀφθαλμῶν πυροέντων·
  16. οὐρή οἱ δολιχὴ γὰρ ὀφιονέη τε τέτυκται,
  17. ἄκροισιν κεφαληδὸν ἐειδομένοισι κορύμβοις,
  18. ἄντα μελαινομένη, θηρῶν φολίδεσσιν ὁμοίη.
  19. τὴν δʼ ὅτε φυσιόωσαν ἔχιν ψολόεσσαν ἴδηται,
  20. ἀντία γυρώσας προκαλέσσατο θῆρα δαφοινήν.