Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. φεύγει τʼ ἐμμενέως καὶ ἀλευόμενος πολεμίζει.
  2. δηθάκις ἔκτεινεν κύνα κάρχαρον· ὧδέ κε φαίης
  3. αἰζηὸν τόξων δεδαηκότα τοξεύεσθαι.
  4. τοὔνεκεν ὁππότε μιν θηρήτορες ὠπήσωνται,
  5. οὔτι κύνας μεθιᾶσι, δόλον δʼ ἐπετεκτήναντο,
  6. τὸν μετέπειτʼ ἐρέω, θηρῶν φόνον ὁππότʼ ἀείδω.
  7. ἰχνεύμων βαιὸς μέν, ἀτὰρ μεγάλοισιν ὁμοίως
  8. μέλπεσθαι θήρεσσι πανάξιος εἵνεκα βουλῆς
  9. ἀλκῆς τε κρατερῆς ὑπὸ νηπεδανοῖσι μέλεσσιν.
  10. ἦ γάρ τοι κέρδεσσι κατέκτανε διπλόα φῦλα,
  11. ἑρπηστῆρας[*](ἑρπυστῆρας KM.)ὄφεις καὶ ἀργαλέους κροκοδείλους,
  12. κείνους Νειλῴους, φόνιον γένος· ὁππότε γάρ τις
  13. θηρῶν λευγαλέων εὕδῃ τρίστοιχα πετάσσας
  14. χείλεα καὶ χάος εὐρὺ καὶ ἄσπετον αἰόλον ἕρκος,
  15. δή ῥα τότʼ ἰχνεύμων δολίην ἐπὶ μῆτιν ὑφαίνων
  16. λοξοῖς ὀφθαλμοῖσιν ἀπείρονα θῆρα δοκεύει,
  17. εἰσόκε τοι βαθὺν ὕπνον ἐπὶ φρεσὶ πιστώσηται·
  18. αἶψα δʼ ἄρʼ ἐν ψαμάθοισι καὶ ἐν πηλοῖσιν ἐλυσθεὶς
  19. ῥίμφʼ ἔθορεν, πυλεῶνα διαπτάμενος θανάτοιο
  20. τολμηρῇ κραδίῃ, διὰ δʼ εὐρέος ἤλυθε λαιμοῦ.