Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. σῆμα δʼ ἐφημερίοισιν ἀριφραδὲς ἐρρίζωται·
  2. ὁππότε γὰρ πολύς ὄχλος ἐπήτριμος ἀγρευτήρων
  3. σὺν κυσὶν εὐτόλμοισι ποτὶ χθόνα θῆρα βάλωνται,
  4. αἰχμῇσιν δολιχῇσιν ἐπασσύτερον δαμάσαντες,
  5. δὴ τότʼ ἀπʼ αὐχένος εἴ τις ἀειράμενος τρίχα λεπτὴν
  6. θηρὸς ἔτʼ ἀσθμαίνοντος ἐνιχρίμψειεν ὀδόντι,
  7. αἶψα μάλα σφαιρηδὸν ἀνέδραμεν αἰθομένη θρίξ.
  8. καὶ δʼ αὐτοῖσι κύνεσσιν ἐπὶ πλευρῇς ἑκάτερθεν,
  9. ἔνθα συὸς γενύων πέλασαν αἴθωνες ὀδόντες,
  10. ἴχνια πυρσευθέντα διὰ ῥινοῖο τέτανται.
  11. Ὑστρίγγων δʼ οὔπω τι πέλει κατὰ δάσκιον ὕλην
  12. ῥίγιον εἰσιδέειν οὔτʼ ἀργαλεώτερον ἄλλο·
  13. τῶν ἤτοι μέγεθος μὲν ὁποῖα λύκοισι δαφοινοῖς,
  14. βαιόν, ὀλιζότερον, κρατερὸν δέμας, ἀμφὶ δὲ ῥινὸς
  15. τρηχείαις λασίαισι πέριξ πέφρικεν ἐθείραις,
  16. ὁπποίαις θωρήξατʼ ἐχίνων αἰόλα φῦλα.
  17. ἀλλʼ ὅτε μιν σεύωσιν ἀρείονες ἔξοχα θῆρες,
  18. δὴ τότʼ ἐμήσατο τοῖα· θοὰς ἔφριξεν ἐθείρας
  19. καί τʼ ὀπίσω νώτοισιν ἀκαχμένον ὠκυπέτῃσιν
  20. ἰθὺς ἀκοντίζει μαλερὸν βέλος· ἀμφότερον δὲ