Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἐμμενέως φεύγει, θηρήτορας εὖτʼ ἂν ἴδηται·
  2. ἡ δʼ ἕπεται σκύμνοισιν ἀνιάζουσά τε θυμόν,
  3. χάρμα μέγʼ ἀγρευτῆρσι, πρὸς ἄρκυας ἰθὺς ἱκάνει.
  4. Κάπρος ἐνυαλίοις δὲ μέγʼ ἔξοχος ἐν θήρεσσιν
  5. εὐνὰς μὲν ποθέει πυμάτοις ἐνὶ βένθεσι κρημνῶν,
  6. ἔξοχα δὲ στυγέει δοῦπον πολυηχέα θηρῶν.
  7. θηλυτέρῃ δʼ ἀλίαστος ἐφορμαίνων ἀλάληται
  8. καὶ μάλʼ ἐρωμανέων σφριγᾷ· κατὰ δʼ αὐχένος ὀρθαὶ
  9. φρίσσουσι τρίχες, οἶα περισσολόφων πηλήκων,
  10. ἀφρὸν ἀποσταλάει δὲ κατὰ χθονός· αὐτὰρ ὀδόντων
  11. ἕρκος ἐπικροτέει λευκόχροον ἄσθματι θερμῷ·
  12. καὶ χόλος ἀμφὶ γάμοισι πολὺ πλέον ἠέπερ αἰδώς.
  13. θηλυτέρη δʼ εἴ μίν κεν ὑποπτήξασα μένῃσιν,
  14. ἔσβεσε πάντα χόλον, κατὰ δʼ εὔνασε θηρὸς ἐρωήν·
  15. εἰ δέ κʼ ἀνηναμένη φεύγῃ φιλοτήσιον εὐνήν,
  16. αὐτίκʼ ὀρινόμενος θερμῷ πυρόεντι μύωπι
  17. ἢ γάμον ἐξετέλεσσεν ἀνάγκῃ, ἶφι δαμάσσας,
  18. ἢ νέκυν ἐν κονίῃσι βάλεν, γενύεσσιν ὀρούσας.
  19. ἔστι δέ τις κάπροιο φάτις πέρι λευκὸν ὀδόντα
  20. λάθριον ἐντὸς ἔχειν μαλερὴν πυρόεσσαν ἐνιπήν.