Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τῆς οὐ τερπνότερον φύσις ὤπασε τεχνήεσσα
  2. ὀφθαλμοῖσιν ἰδεῖν θηρῶν μετὰ πουλὺν ὅμιλον.
  3. τόσσον δʼ ἐν θήρεσσι μέγʼ ἔξοχος ἔπλετο τίγρις,
  4. ὅσσον ἐν ἠερίοισι ταὼς καλὸς οἰωνοῖσι.
  5. πάντα μιν ἀθρήσειας ὀρέσβιον οἶα λέαιναν,
  6. νόσφι μόνου ῥινοῖο, τὸν αἰόλον ἐστεφάνωται,
  7. δαίδαλα πορφύροντα καὶ ἄνθεσι μαρμαίροντα.
  8. τοίην μὲν πυρόεσσαν ὑπὸ βλεφάροισιν ὀπωπαὶ
  9. μαρμαρυγὴν στράπτουσιν· ἀτὰρ δέμας ἔπλετο τοῖον,
  10. καρτερόν, εὔσαρκον· τοίη δολιχόσκιος οὐρή·
  11. τοῖα περὶ στομάτεσσι προσώπατα· τοῖον ὕπερθε
  12. νεύει ἐπισκύνιον· τοῖοι σελαγεῦσιν ὀδόντες.
  13. ὠκυτέρη τελέθει δὲ θοῶν πανυπείροχα θηρῶν·
  14. αὐτῷ γάρ τε θέειν ἰκέλη Ζεφύρῳ γενετῆρι·
  15. οὔτι γε μὴν γενετῆρι· τίς ἂν τάδε πιστώσαιτο,
  16. θῆρες ὅτι δμηθεῖεν ὑπʼ ἠέρι νυμφευτῆρι;
  17. ἔπλετο γὰρ κείνη κενεὴ φάτις, ὡς τόδε φῦλον
  18. θῆλυ πρόπαν τελέθει καὶ ἀδέμνιον ἄρσενός ἐστι·
  19. δηθάκι γάρ κεν ἴδοις πολυανθέα καλὸν ἀκοίτην·
  20. ῥεῖα γὰρ οὐκ ἂν ἕλοις· δὴ γάρ τε λιπὼν ἑά τέκνα