Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀκρέμονες σφίσιν ὦκα νέοι πάλιν ἀλδήσκουσι,
  2. καὶ πάλιν εὐπλόκαμοι δολιχὴν πλώουσι θάλασσαν.
  3. ἑξείης ἐνέπωμεν ἐΰσφυρον, ἠερόεντα,
  4. κραιπνόν, ἀελλοπόδην, κρατερώνυχον, αἰπὺν ὄναγρον·
  5. ὄσσε[*](ὄσσε B. de Ballu: ὅστε MSS.) πέλει φαιδρός, δέμας ἄρκιος, εὐρὺς ἰδέσθαι,
  6. ἀργύρεος χροιήν, δολιχούατος, ὀξύτατος θεῖν·
  7. ταινίη δὲ μέλαινα μέσην ῥάχιν ἀμφιβέβηκε,
  8. χιονέῃς ἑκάτερθε περισχομένη στεφάνῃσι.
  9. χιλὸν ἔδει, φέρβει μιν ἄδην ποεσιτρόφος αἶα,
  10. ἀλλʼ αὐτὸς κρατεροῖς ἀγαθὴ βόσις ἔπλετο θηρσί.
  11. φῦλα δʼ ἀελλοπόδων ζηλήμονα πάμπαν ὀνάγρων
  12. πολλαῖσίν τʼ ἀλόχοισιν ἀγαλλόμενοι κομόωσι·
  13. θηλύτεραι δʼ ἕσπονθʼ, ὅθι τοι πόσις ἡγεμονεύει·
  14. πρὸς νομὸν ἰθύνουσιν, ἐπὴν ἐθέλῃσιν ἀνώγειν,
  15. πρὸς πηγὰς ποταμῶν, θηρῶν μέθυ, καὶ πάλιν αἶψα
  16. πρὸς λασίους οἴκους, ὅταν ἕσπερος ὕπνον ἄγῃσι.
  17. ζῆλον δʼ ἄρσεσι πᾶσιν ἐπὶ σφετέροισιν ὀρίνει
  18. υἱάσι νηπιάχοισι πανάγριος οἶστρος ἀναιδής·
  19. ὁππότε θηλυτέρη γὰρ ἔχει κόπον[*](κόπον Jacobs: τόκον MSS.) Εἰλειθυίης,
  20. ἄγχι μάλʼ ἑζόμενος σφέτερον γόνον ἄντα δοκεύει·