Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καί ῥʼ ὅτε νηπίαχον μητρὸς παρὰ ποσσὶ πέσῃσιν,
  2. εἰ μὲν θῆλυ πέλει, ποθέει τέκος, ἠδʼ ἑκάτερθε
  3. γλώσσῃ λιχμάζων φίλιον γόνον ἀμφαγαπάζει·
  4. ἄρσενα δʼ εἴ μιν ἴδοι, τότε δὴ τότε θυμὸν ὀρίνει
  5. λευγαλέῳ ζήλῳ μητέρι μαινόμενος θήρ·
  6. ἐκ δʼ ἔθορεν μεμαὼς παιδὸς γενύεσσι ταμέσθαι
  7. μήδεα, μὴ μετόπισθε νέον γένος[*](γένος Schneider: γέ μεν MSS.) ἡβήσειεν.
  8. ἡ δὲ λεχώ περ ἐοῦσα καὶ ἀσθενέουσα τόκοισι
  9. παιδὶ λυγρῷ πολεμιζομένῳ μήτηρ ἐπαμύνει.
  10. ὡς δʼ ὁπότʼ ἐν πολέμῳ πολυκήδεϊ μητέρος ἄντην
  11. νηπίαχον κτείνωσιν ἀπηνέες αἰχμητῆρες,
  12. αὐτήν τʼ αὖ ἐρύωσιν ἔτι σπαίροντι φόνοισιν
  13. υἱέϊ πλεγνυμένην, στονόεν μέγα κωκύουσαν,
  14. δρυπτομένην ἁπαλήν τε παρηΐδα, νέρθε τε μαζῶν
  15. αἵματι δευομένην θερμῷ λιαρῷ τε γάλακτι·
  16. ὣς καὶ θῆλυς ὄναγρος ἐφʼ υἱέϊ πάμπαν ἔοικεν
  17. οἰκτρὰ κινυρομένῃ καὶ δύσμορα κωκυούσῃ.
  18. φαίης κεν πανάποτμον, ἑὸν πάϊν ἀμφιβεβῶσαν,
  19. μείλιχα μυθεῖσθαι καὶ λισσομένην ἀγορεύειν·
  20. ἆνερ, ἄνερ, τί νυ σεῖο προσώπατα τρηχύνονται,