Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀμφότερον δὲ γάμῳ παιδοτροφίῃ τε μέμηλεν·
  2. ἀρτιτόκος δʼ ἔτʼ ἐοῦσα μετʼ ἄρσενος εὐθὺς ἰαύει.
  3. λιχμᾶται γλώσσῃ τε φίλον γόνον, οἷά τε μόσχοι
  4. λιχμῶνται γλώσσῃσιν ἀμοιβαδίς, ἀλλήλοισι
  5. τερπόμενοι· γάνυται δὲ βοὸς χροῒ καλλίκερως βοῦς·
  6. οὐδʼ ἀποπλάζονται, πρὶν ἀπὸ γλυκὺν ἵμερον εἷναι·
  7. θυμὸν δʼ ἑσπομένοιο συνιαίνουσι νομῆος.
  8. ὣς ἄρκτος λιχμῶσα φίλους ἀνεπλάσσατο παῖδας,
  9. εἰσόκε κνυζηθμοῖσιν ἀναιδέα τονθρύζωσι.
  10. ναὶ μὴν χειμερίην πανυπείροχα δείδιεν ὁρμὴν
  11. καὶ λασίη περ ἐοῦσα· χιὼν δʼ ὅτε πάντα παλύνει,
  12. ἑσπερίου ζεφύρου πανεπήτριμα χευαμένοιο,
  13. κεύθετʼ ἐνὶ σπήλυγγι, τόθι σκέπας ἄρκιον εὕρῃ,
  14. καὶ βόσιος χατέουσα πόδας χεῖράς τε λιχμαίνει,
  15. οἷά τʼ ἀμελγομένη, καὶ γαστρὸς ἔκλεψεν ἐρωήν.
  16. τοῖά νύ που βένθεσσιν ἐν εὐρυπόροιο θαλάσσης
  17. πουλύποδες σκολιοὶ παρὰ κύμασι μητίσαντο,
  18. χείματος οἳ μεσάτου κρυερὴν τρείοντες ἐνιπὴν
  19. κεύθονται πλαταμῶσιν ἑὰς πλοκαμῖδας ἔδοντες·
  20. αὐτὰρ ἐπὴν ἔαρ ὑγρὸν ἐΰτροφον ἀνθήσειεν,