Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οὐδὲ βροτῶν ἀλέγουσιν ἀναιδείῃσι νόοιο·
  2. πολλάκι δʼ ἐν κνημοῖσιν ἀπέφθιτο καρτερὸς ἀνὴρ
  3. θηρητὴρ ὀρύγεσσι δαφοινοῖς ἀντιβολήσας.
  4. ὁππότε δʼ ἀθρήσειεν ὄρυξ κρατερόφρονα θῆρα,
  5. ἢ σῦν χαυλιόδοντʼ ἢ καρχαρόδοντα λέοντα
  6. ἢ κρυερῶν ἄρκτων ὀλοὸν θράσος, αὐτίκʼ ἄρʼ αἴῃ
  7. νευστάζων κεφαλήν τε μέτωπά τε πάμπαν ἐρείδει
  8. τεινάμενος, πήξας τε παρὰ χθονὶ πικρὰ βέλεμνα
  9. ἐσσύμενον μίμνει, τὸν δʼ ὤλεσε πρῶτος ἐναίρων.
  10. δόχμια γὰρ κλίνας βαιὸν κερόεντα μέτωπα,
  11. τεύχεσιν ὀξυτέροις δεδοκημένος ἔμπεσε θηρί·
  12. αὐτὰρ ὅ γʼ οὐκ ἀλέγει, κατὰ δʼ ἄσχετον ἰθὺς ὀρούει,
  13. ὀξέσι πεφρικώς συνερειδόμενος σκολόπεσσιν.
  14. ὡς δʼ ὅτʼ ἐνὶ ξυλόχοισιν ἐπεσσυμένοιο λέοντος,
  15. Ἀρτέμιδος δώροισι κεκασμένος ἄλκιμος ἀνήρ,
  16. αἰχμὴν ἀστράπτουσαν ἔχων κρατερῇς παλάμῃσιν,
  17. εὖ διαβὰς μίμνῃ, τὸν δʼ ἄγρια θυμαίνοντα
  18. δέξηται προβλῆτα φέρων ἀμφήκεα χαλκόν·
  19. ὣς ὄρυγες μίμνουσιν ἐπεσσυμένους τότε θῆρας,
  20. αὐτοφόνους σφετέρῃσιν ἀτασθαλίῃσι δαμέντας·