Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ῥεῖα γὰρ έν στέρνοισιν ὀλισθαίνουσιν ἀκωκαί·
  2. πολλόν δʼ αἷμα κελαινὸν ἀπʼ ὠτειλῶν ἑκάτερθεν
  3. ἐκχύμενον γλώσσῃσιν ἑὸν τάχα λιχμάζουσιν·
  4. οὐδὲ μὲν ἐκφυγέειν οὐδʼ ἱεμένοισι πάρεστιν·
  5. ἀλλήλους δʼ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισι.
  6. καί κέ τις ἀγρονόμων ἤ βουκόλος ἤ τις ἀροτρεύς,
  7. ἀμφιδύμοις νεκύεσσι παραὶ ποσὶν ἀντιβολήσας,
  8. ἄγρην εὐάντητον ἔχει μεγαθαμβέϊ θυμῷ.
  9. ἑξείης ἐνὶ θηρσὶ κερατοφόροισι γένεθλα
  10. ἀείδειν ἐπέοικεν ἀπειρεσίων ἐλεφάντων·
  11. κεῖνα γὰρ ἐν γενύεσσιν ὑπέρβια τεύχεα δοιά,
  12. εἴκελα χαυλιόδουσιν ἐπʼ οὐρανὸν ἀντέλλοντα,
  13. ἄλλοι μὲν πλήθους ὀλοοὺς ἐνέπουσιν ὀδόντας
  14. πλαζόμενοι, νῶϊν δὲ κεράατα μυθήσασθαι
  15. εὔαδεν· ὧδε γὰρ ἄμμι φύσις κεράων ἀγορεύει.
  16. σήματα δʼ οὐκ ἀΐδηλα διακριδὰ τεκμήρασθαι·
  17. θηρσὶ γὰρ ἐκφύσιες γενύων ἀπὸ τῶν ἐφύπερθεν
  18. ὅσσαι μὲν κερόεσσαι ἀνωφερὲς ἀΐσσουσιν·
  19. εἰ δὲ κάτω νεύοιεν, ἀτεχνῶς εἰσὶν ὀδόντες.
  20. κείνοισιν δὲ διπλοῖς ἐλεφαντείοις κεράεσσι