Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οὐδʼ ὣς ἐχθαίρουσι καὶ οὐ λείπουσι φονῆα.
  2. σοῦβε τάλαν, κακοεργέ, καὶ αὐτῷ σοὶ μετόπισθε
  3. πόντιον ἀγρευτῆρες ἐπαρτυνέουσιν ὄλεθρον
  4. καὶ δολερῷ περ ἐόντι καὶ ἰχθυφόνῳ τελέθοντι.
  5. ἔστι δέ τις δρυμοῖσι παρέστιος ὀξύκερως θήρ,
  6. ἀγριόθυμος ὄρυξ, κρυερὸς θήρεσσι μάλιστα·
  7. τοῦ δʼ ἤτοι χροιὴ μὲν ἅτʼ εἰαρινοῖο γάλακτος,
  8. μούναις ἀμφὶ πρόσωπα μελαινομένῃσι παρειαῖς·
  9. διπλὰ δέ οἱ μετόπισθε μετάφρενα πίονα δημῷ·
  10. ὀξεῖαι κεράων δὲ μετήοροι ἀντέλλουσιν
  11. αἰχμαὶ πευκεδαναί, μελανόχροον εἶδος ἔχουσαι,
  12. καὶ χαλκοῦ θηκτοῖο σιδήρου τε κρυεροῖο
  13. πέτρου τʼ ὀκριόεντος ἀρειότεραι πεφύασιν·
  14. ἰοφόρον κείνοις δὲ φύσιν κεράεσσι λέγουσι.
  15. θυμὸς δʼ αὖτʼ ὀρύγεσσιν ὑπερφίαλος καὶ ἀπηνής·
  16. οὔτε γὰρ εὐρίνοιο κυνὸς τρομέουσιν ὕλαγμα,
  17. οὐ συὸς ἀγραύλοιο παρὰ σκοπέλοισι φρύαγμα,
  18. οὐδέ μὲν οὐ ταύρου κρατερὸν μύκημα φέβονται,
  19. πορδαλίων δʼ οὐ γῆρυν ἀμειδέα πεφρίκασιν,
  20. οὐδʼ αὐτοῦ φεύγουσι μέγα βρύχημα λέοντος,