Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. φεύγουσαν μάρπτει δὲ καὶ ἀγκὰς ἔχει παράκοιτιν·
  2. ἀλλʼ οὐδʼ ὣς παρέπεισε· φέρουσα πόσιν δʼ ἐπὶ νώτου
  3. ἐμμενέως φεύγει, παναμείλιχον ἦτορ ἔχουσα·
  4. αὐτὰρ ὅ γʼ ἑσπόμενος δισσοῖς λαιψηρὰ πόδεσσιν
  5. οὐ μεθίησι πόθον, γαμίους δʼ ἐτελέσσατο θεσμούς.
  6. ἀλλʼ ὅτε δὴ μετόπισθε περιπλομένῃσι σελήναις
  7. θηλυτέρη τίκτει, τρίβον ἀνθρώπων ἀλεείνει,
  8. οὕνεκεν ἀτραπιτοὶ μερόπων θήρεσσι βέβηλοι.
  9. ἔξοχα δʼ ἐν θήρεσσιν ἐπʼ ἀγλαΐῃ κομόωσιν
  10. ἄρσενες εὐκέραοι, πολυδαίδαλον ἔρνος ἔχοντες·
  11. ἦ γὰρ ἐϋσχιδέων κεράων ὥρησι πεσόντων,
  12. βόθρον μὲν κατὰ γαῖαν ὀρυξάμενοι κατέθαψαν,
  13. ὄφρα κε μή τις ἕλῃσιν ἐπʼ αὔλακος ἀντιβολήσας·
  14. κεύθονται δʼ αὐτοὶ πυμάτοις λασίοισί τε θάμνοις,
  15. αἰδόμενοι θήρεσσι καρήατα τοῖα φανῆναι,
  16. γυμνά, τά τοι προπάροιθε μετήορον ἀείροντο.
  17. ἀμφίβιοι δʼ ἔλαφοι· καὶ γὰρ τραφερὴν πατέουσι
  18. καὶ πόντον περόωσιν,[*](πατέουσι . . περόωσιν IK: other MSS. περόωσι . . πατέουσι.) ὁμόστολον ἀλλήλοισι
  19. ναυτιλίην πλώοντες, ὅτʼ ἐξανύουσι θάλασσαν·
  20. πρόσθε μὲν εἷς ἐλάφοισιν ἐπὶ στίχας ἡγεμονεύει,