Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τετράδυμοι ῥῖνες, πίσυρες πνοιῇσι δίαυλοι·
  2. ἀβληχρὴ κραδίη καὶ θυμὸς ἔσωθεν ἄναλκις,
  3. καὶ κωφαὶ κεράων αἰχμαὶ τόσον ἀντέλλουσιν·
  4. οὔ ποτε γὰρ κεφαλῆφιν ἐναντία δηρίσαιντο,
  5. οὐ θηρσὶ κρατεροῖς, οὐκ ἀργαλέοισι κύνεσσιν,
  6. οὐδʼ αὐτοῖς δειλοῖς λασιοκνήμοισι λαγωοῖς.
  7. τρηχὺς δʼ αὖτʼ ἐλάφοισιν ἔρως πολλή τʼ Ἀφροδίτη
  8. καὶ θυμὸς ποτὶ λέκτρον ἀναιθόμενος πρόπαν ἦμαρ,
  9. οἷον ἀειθούροισιν ἀλεκτρυόνεσσι μαχηταῖς
  10. πᾶσίν τʼ ἀνθοκόμοις πτεροείμοσιν οἰωνοῖσι.
  11. κεύθουσιν λαγόνεσσι δʼ ὑπʼ αὐτὴν ἔνδοθι νηδὺν
  12. ἀμφιδύμους ὁλκούς· τοὺς εἴ κέ τις ἀμήσειεν,
  13. αὐτίκα θῆλυν ἔθηκε, πρόπαν δʼ ἀπέρευσε καρήνων
  14. ὀξύκομον κεράων πολυδαίδαλον αἰόλον ἔρνος.
  15. οὐ μὲν ἄρʼ εἰς εὐνὴν γάμιος νόμος οἷά τε θηρσὶ
  16. τοῖς ἄλλοις, ξεῖνοι δὲ πόθοι κείνοισι μέλονται·
  17. οὔτε γὰρ ἑσταότες παρὰ τέμπεσιν ἀγρονόμοισιν,
  18. οὔτʼ ἄρα κεκλιμένοι χθαμαλοῖσιν ἐπʼ ἄνθεσι ποίης
  19. θηλυτέραις ἐλάφοισιν ὁμιλαδὸν εὐνάζονται,
  20. ἀλλὰ ποσὶ κραιπνοῖσι θέων ἐκίχανε θέουσαν·