Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οἷα κυβερνητὴρ μεθέπων οἰήϊα νηός·
  2. τῷ δʼ ἕτερος κατὰ νῶτον ἐρειδόμενος μετόπισθε
  3. δειρὴν ἠδὲ κάρηνον ὁμαρτεῖ ποντοπορεύων·
  4. ἄλλος δʼ ἄλλον ἔπειτα φέρων τέμνουσι θάλασσαν.
  5. ἀλλʼ ὅτε νηχόμενον κάματος πρώτιστον ἕλῃσι,[*](v. l. ἔχῃσι.)
  6. στοῖχον ὁ μὲν προλιπὼν ἔμολεν ποτὶ τέρμα φάλαγγος,
  7. παύσατο δʼ ἀγκλινθεὶς ἑτέρῳ βαιὸν καμάτοιο·
  8. ἄλλος δʼ αὖτʼ οἴηκας ἔχων ἐπὶ πόντον ὁδεύει·
  9. πάντες δὲ πλώοντες, ἀμοιβαδὶς ἡγεμονῆες,
  10. ποσσὶ μὲν οἷα πλάταισιν ἐρέσσουσιν μέλαν ὕδωρ,
  11. ὕψι δʼ ἀνίσχονται κεράων πολυήρατον εἶδος,
  12. οἷά τε λαίφεα νηὸς ἐπιτρέψαντες ἀήταις.
  13. ἔχθος δʼ ἀλλήλοισιν ἀνάρσιον αἰὲν ἔχουσι
  14. πᾶν ὀφίων ἐλάφων τε γένος, πάντῃ δʼ ἐρεείνει
  15. οὔρεος ἐν βήσσῃς ἔλαφος θρασὺν ἑρπηστῆρα.
  16. ἀλλʼ ὅτʼ ἴδῃ στροφάλιγξιν ὑφαινόμενον δολιχῇσιν
  17. ἴχνος ὀφιόνεον, μέγα καγχαλόων ἀφικάνει
  18. ἆσσον φωλειοῦ, ῥῖνας δʼ ἐπεθήκατο χειῇ,
  19. πνοιῇσι λάβρῃσιν ἐφελκόμενος ποτὶ δῆριν
  20. ἑρπετὸν οὐλόμενον· τὸν δʼ οὐκ ἐθέλοντα μάχεσθαι