Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Βιστονίδος Θρῄκης· ἀτὰρ ἔλλαχον εἴδεα τοῖα·
  2. φρικαλέην χαίτην μὲν ἐπωμαδὸν αἰθύσσουσιν
  3. αὐχέσι πιαλέοισι καὶ ἀμφʼ ἀταλοῖσι γενείοις·
  4. οἷά τε λαχνήεντες ἀριπρεπὲς εἶδος ἔχουσι
  5. ξανθοκόμαι, βλοσυροί, θηρῶν μεδέοντε λέοντες·
  6. ὀξεῖαι κεράων δὲ πυριγλώχινες[*](v. l. περιγλώχινες.) ἀκωκαὶ
  7. χαλκείοις γναμπτοῖσιν ἐπείκελοι ἀγκίστροισιν·
  8. ἀλλʼ, οὐχ ὡς ἑτέροισιν, ἐναντίον ἀλλήλοισι
  9. νεύουσι στυγερῶν κεράων ἐπικάρσιον αἰχμαί,[*](αἰχμαί Boudr.: αἰχμήν MSS.)
  10. ὕπτια δʼ εἰσορόωντα πρὸς αἰθέρα φοίνια κέντρα.
  11. τοὔνεκεν, ὁππότε δή τινʼ ἐπιχρίμψωσι κιχόντες
  12. ἢ βροτὸν ἤ τινα θῆρα, μετήορον ἀείρουσι.
  13. γλῶσσα δὲ τοῖς στεινὴ μὲν ἀτὰρ τρηχεῖα μάλιστα,
  14. οἷα σιδηροβόροιο πέλει τέχνασμα σιδήρου·
  15. γλώσσῃ δʼ αἱμάσσοντες ἀπὸ χρόα λιχμάζουσι.
  16. ναὶ μὴν ὠκυπόδων ἐλάφων γένος ἔτραφεν αἶα
  17. εὐκέραον, μεγαλωπόν, ἀριπρεπές, αἰολόνωτον,
  18. στικτόν, ἀρίζηλον, ποταμηπόρον, ὑψικάρηνον,
  19. πιαλέον νώτοις καὶ λεπταλέον κώλοισιν·
  20. οὐτιδανὴ δειρὴ καὶ βαιοτάτη πάλιν οὐρή·