Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κεῖνος γὰρ πρόμαχός τε καὶ οὔατα καὶ φάος ἰχθὺς
  2. θηρὶ πέλει· κείνῳ δʼ ἀΐει, κείνῳ δὲ δέδορκεν,
  3. ἡνίʼ ἐπιτρέψας σφετέρου βιότοιο φυλάσσειν.
  4. ὡς δὲ πάϊς γενετῆρα παλαίτερον ἀμφαγαπάζει,
  5. φροντίσι γηροκόμοισιν ἀπὸ θρεπτήρια τίνων,
  6. τὸν δʼ ἤδη μελέεσσι καὶ ὄμμασιν ἀδρανέοντα
  7. ἐνδυκέως μεθέπων προσπτύσσεται, ἔν τε κελεύθοις
  8. χεῖρʼ ὀρέγων καί πᾶσιν ἐν ἔργμασιν αὐτὸς ἀμύνων·
  9. πατρὶ δὲ γηράσκοντι νέον σθένος υἷες ἔασιν·
  10. ὣς κεῖνος φιλότητι περιπτύσσει δάκος ἅλμης
  11. ἰχθύς, ἠΰτε νῆα νέμων οἴηκι χαλινῷ.
  12. ἦ πού οἱ γενεῆς πρώτης ἄπο σύμφυτον αἷμα
  13. ἔλλαχεν, ἠέ μιν αὐτὸς ἑλὼν ἑταρίσσατο θυμῷ.
  14. ὥς οὔτʼ ἠνορίης οὔτʼ εἴδεος ἔπλετʼ ὄνειαρ
  15. τόσσον, ὅσον πραπίδων· ἀλκὴ δʼ ἀνεμώλιος ἄφρων·
  16. καί τε μέγα βριάοντα κατέσβεσεν ἠδʼ ἐσάωσε
  17. βαιὸς ἀνὴρ εὔμητις· ἐπεὶ καὶ κῆτος ἄαπτον
  18. ἀπλάτων μελέων ὀλίγον προτιβάλλεται ἰχθύν.
  19. τοὔνεκά τις πάμπρωτον ἕλοι σκοπὸν Ἡγητῆρα
  20. κεῖνον, ὑπʼ ἀγκίστροιο βίῃ καὶ δαιτὶ δολώσας·