Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οὐ γάρ κε ζώοντος ἐπιβρίσας δαμάσαιο
  2. κνώδαλον, οἰχομένου δὲ θοώτερος ἔσσετʼ ὄλεθρος.
  3. οὐ γὰρ ἔτʼ οὔθʼ ἅλμης ἰοειδέος οἶδε κέλευθα
  4. ἀτρεκέως, οὐ πῆμα παρασχεδὸν ἐξαλέασθαι,
  5. ἀλλʼ αὔτως, ἅτε φορτὶς ὀλωλότος ἰθυντῆρος,
  6. πλάζεται ἀπροφύλακτον, ἀμήχανον, ᾗ κεν ἄγῃσι
  7. γλαυκὸν ὕδωρ, σκοτίοις δὲ καὶ ἀφράστοισι πόροισιν
  8. ἐμφέρεται, χηρωθὲν ἀρηγόνος ἡνιόχοιο.
  9. πολλάκι καὶ πέτρῃσι καὶ ἠϊόνεσσιν ἔκελσε
  10. πλαζόμενον· τοίη οἱ ἐπʼ ὄμμασι πέπταται ἀχλύς.
  11. δή ῥα τότʼ ὀτρηροῖσι νοήμασιν ἐς πόνον ἄγρης
  12. ἰχθυβόλοι σπεύδουσιν, ἐπευξάμενοι μακάρεσσι
  13. κητοφόνοις ἀλεγεινὸν ἑλεῖν τέρας Ἀμφιτρίτης.
  14. ὡς δʼ ὅτε δυσμενέων βριαρὸς λόχος ἀντιβίοισι
  15. λάθριος ἐμπελάσῃ, μεσάτην ἐπὶ νύκτα δοκεύσας,
  16. εὕδοντας δʼ ἐκίχησε φυλακτῆρας πρὸ πυλάων,
  17. Ἄρεος εὐμενέοντος, ἐνιπλήξας δʼ ἐδάμασσεν·
  18. ἔνθεν ἔπειτʼ ἄκρην τε πόλιν καὶ τύρσιν ἐπʼ αὐτὴν
  19. θαρσαλέοι σπεύδουσι, πυρὸς βέλος, ἄστεος ἄτην,
  20. δαλὸν ἐϋδμήτων μεγάρων ῥαιστῆρα φέροντες·