Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πυκνῇσι σχοίνοισι τετυγμέναι· ἐν δʼ ἄρα τῇσι
  2. στρόμβος συγκέλσαντες ὁμοῦ χήμῃσι τίθενται·
  3. αἱ δʼ ὅταν ἐμπελάσωσι βορῆς μεθύουσαι ἔρωτι,
  4. γλῶσσαν ὑπὲκ θαλάμης δολιχὴν βάλον· ἡ δὲ τέτυκται
  5. λεπτή τʼ ὀξείη τε, διὰ σχοίνων δʼ ἐτάνυσσαν
  6. φορβῆς ἱέμεναι, χαλεπῆς δʼ ἤντησαν ἐδωδῆς·
  7. γλῶσσα γὰρ ἐν σχοίνοισιν ἐρειδομένη πυκινῇσιν
  8. οἰδάνεται, στείνει δὲ λύγων βρόχος, οὐδʼ ἔτʼ ὀπίσσω
  9. ἀνδύνει μεμαυῖα, μένει δʼ ὀδύνῃσι ταθεῖσα,
  10. εἰσόκεν αὖ ἐρύσωσι περὶ γλώσσῃ μεμαυίας,
  11. πορφυρέοις κάλλιστον ὑφάσμασιν ἄνθος ἄγοντες.
  12. Σπογγοτόμων δʼ οὔ φημι κακώτερον ἄλλον ἄεθλον
  13. ἔμμεναι, οὐδʼ ἄνδρεσσιν ὀϊζυρώτερον ἔργον.
  14. οἱ δʼ ἤτοι πρῶτον μέν, ὅτʼ ἐς πόνον ὁπλίζωνται,
  15. βρώμῃ τʼ ἠδὲ ποτοῖσιν ἀφαυροτέροισι μέλονται,
  16. ὕπνῳ τʼ οὐχ ἁλιεῦσιν ἐοικότι μαλθάσσονται.
  17. ὡς δʼ ὅτʼ ἀνὴρ εὔγηρυν ἐφοπλίζητʼ ἐς ἀγῶνα,
  18. μολπῆς εὐφόρμιγγος ἔχων Φοιβήϊον εὖχος,
  19. πᾶσα δέ οἱ μέλεται κομιδή, πάντῃ δὲ φυλάσσει,
  20. πιαίνων ἐς ἄεθλα λιγυφθόγγου μέλος αὐδῆς,