Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καὶ τοὺς μὲν κατέπεφνε καὶ ἔσπασεν ἔνδον ὀδόντων,
  2. μήτηρ δὲ πρῶτον μὲν ἀτυζομένη δεδόνηται
  3. λοίγια τετριγυῖα φόνου γόον· ἀλλʼ ὅτε παῖδας
  4. ἀθρήσῃ φθιμένους, ἣ δʼ οὐκέτι φύξιν ὀλέθρου
  5. δίζεται, ἀλλʼ αὐτῇσιν ὑπαὶ γενύεσσι δράκοντος
  6. εἱλεῖται, μέσφʼ ὄρνιν ἕλῃ παιδοκτόνος ἄτη·
  7. ὣς ἄρα καὶ δελφῖνι νέῳ συναπέφθιτο μήτηρ,
  8. χεῖρας ἐς ἰχθυβόλων αὐτάγρετος ἀντήσασα.
  9. ἔθνεα δʼ ὀστρακόρινα, τά θʼ ἑρπύζουσι θαλάσσῃ,
  10. πάντα φάτις μήνης μὲν ἀεξομένης κατὰ κύκλον
  11. σαρκὶ περιπλήθειν καὶ πίονα ναιέμεν οἶκον·
  12. φθινούσης δʼ ἐξαῦτις ἀφαυροτέροις μελέεσσι
  13. ῥικνοῦσθαι· τοίη τις ἐνί σφισιν ἐστὶν ἀνάγκη.
  14. τῶν δὲ τὰ μὲν δύνοντες ὑπόβρυχα χερσὶ λέγονται
  15. ἀνέρες ἐκ ψαμάθοιο, τὰ δʼ ἐκ σπιλάδων ἐρύουσι
  16. νωλεμὲς ἐμπεφυῶτα, τὰ δʼ ᾐόσιν ἔπτυσαν αὐταῖς
  17. κύματα καὶ βόθροισι λαχαινομένης ψαμάθοιο.
  18. πορφύραι αὖ πέρι δή τι μετʼ ὀστρείοισιν ἔασι
  19. λίχναι· τοίη δέ σφιν ἐτήτυμος ἵσταται ἄγρη.
  20. κυρτίδες ἠβαιαὶ ταλάροις γεγάασιν ὁμοῖαι,