Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὣς οἵ γʼ ἐνδυκέως κομιδὴν εὔφρουρον ἔχουσι,
  2. ὄφρα σφι πνοιή τε μένῃ ποτὶ βυσσὸν ἰοῦσιν
  3. ἀσκηθής, προτέροιο δʼ ἀναψύξωσι πόνοιο.
  4. ἀλλʼ ὅτʼ ἀεθλεύωσι μέγαν πόνον ἐξανύοντες,
  5. εὐχόμενοι μακάρεσσιν ἁλὸς μεδέουσι βαθείης
  6. ἀρῶνται κήτειον ἀλεξῆσαί σφισι πῆμα,
  7. μήτε τινʼ ἀντιάσαι λώβην ἁλός· ἢν δʼ ἐσίδωνται
  8. κάλλιχθυν, τότε δή σφι νόον μέγα θάρσος ἱκάνει·
  9. οὐ γάρ πω κείνῃσι νομαῖς ἔνι κῆτος ἄαπτον,
  10. οὐ δάκος, οὐδέ τι πῆμα θαλάσσιον ἄλλο φαάνθη,
  11. ἀλλʼ αἰεὶ καθαροῖσιν ἀπημάντοις τε πόροισι
  12. τέρπονται· τῷ καί μιν ἐφήμισαν ἱερὸν ἰχθύν.
  13. τῷ δʼ ἐπιγηθήσαντες ἐπισπεύδουσι πόνοισι.
  14. πείσματι μηκεδανῷ μεσάτης ὑπὲρ ἰξύος ἀνὴρ
  15. ἔζωσται, παλάμῃσι δʼ ἐν ἀμφοτέρῃσιν ἀείρει
  16. τῇ μὲν ἐριβριθῆ μολίβου χύσιν ἀμφιμεμαρπώς,
  17. δεξιτερῇ δʼ ἅρπην εὐήκεα χειρὶ τιταίνει·
  18. φρουρεῖ δʼ ἐν γενύεσσιν ὑπὸ στόμα λευκὸν ἄλειφαρ·
  19. στὰς δʼ ἄρʼ ὑπὲρ πρώρης ἐσκέψατο πόντιον οἶδμα
  20. ὁρμαίνων βριθύν τε πόνον καὶ ἀθέσφατον ὕδωρ.