Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἦκα καταρρέζεσκε, φιλοφροσύνῃσιν ἑταῖρον
  2. ἀμφαγαπαζόμενος, τοῦ δʼ ἵετο θυμὸς ἱκέσθαι
  3. αὐτὴν εἰς ἄκατον παιδὸς πέλας· ἀλλʼ ὅτʼ ἐς ἅλμην
  4. κοῦφα κυβιστήσειεν, ὃ δʼ ἐγγύθι νήχετο κούρου,
  5. αὐτῇσι πλευρῇσιν ἀνὰ πλευρὰς παρενείρων,
  6. αὐτῇσι γενύεσσι πέλας γένυν, ἠδὲ καρήνῳ
  7. ἐγχρίμπτων κεφαλήν· φαίης κέ μιν ἱμείροντα
  8. κῦσσαι καὶ στέρνοισι περιπτύξαι μενεαίνειν
  9. ἠΐθεον· τοίῃ γὰρ ὀπάονι νήχετο ῥιπῇ.
  10. ἀλλʼ ὅτε καὶ πελάσειε παρʼ ᾐόσιν, αὐτίκα κοῦρος
  11. ἁψάμενος λοφιῆς διερῶν διερῶν ἐπεβήσατο νώτων·
  12. αὐτὰρ ὅ γʼ ἀσπασίως παιδὸς δέμας ἔμφρονι θυμῷ
  13. δεξάμενος φοίτασκεν, ὅπῃ νόος ἠϊθέοιο
  14. ἤλαεν, εἴτʼ ἄρα πόντον ἐπʼ εὐρέα τῆλε κελεύοι
  15. στέλλεσθʼ, εἴθʼ αὔτως λιμένος διὰ χῶρον ἀμείβειν,
  16. ἢ χέρσῳ πελάειν, ὁ δʼ ἐπείθετο πᾶσαν ἐφετμήν.
  17. οὔτε τις ἡνιόχῳ πῶλος τόσον ἐν γενύεσσι
  18. μαλθακὸς εὐγνάμπτοισιν ἐφέσπεται ὧδε χαλινοῖς,
  19. οὔτε τις ἀγρευτῆρι κύων ἐθἀς ὀτρύνοντι
  20. τόσσον ὑπεικαθέων ἐπιπείθεται, ᾗ κεν ἄγῃσιν,