Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καὶ πυρὶ καὶ δελφῖσιν ἐλαυνόμενοι βασιλεῦσιν.
  2. ἀλλʼ ὁπόταν θήρης εὐαγρέος ἔργον ἄνηται,
  3. δὴ τότʼ ἀπαιτίζουσι παρασχεδὸν ἐμπελάσαντες
  4. μισθὸν ὁμοφροσύνης, θήρης ἀποδάσμιον αἶσαν·
  5. οἱ δʼ οὐκ ἠνήναντο, πόρον δʼ εὐαγρέα μοῖραν
  6. ἀσπασίως· ἤν γάρ τις ὑπερφιάλως ἀλίτηται,
  7. οὐκέτι οἱ δελφῖνες ἀρηγόνες εἰσὶν ἐπʼ ἄγρην.
  8. καὶ μέν τις Λέσβοιο παλαίφατον ἔργον ἀοιδοῦ
  9. ἔκλυεν, ὡς δελφῖνος ὀχησάμενος περὶ νώτῳ
  10. κῦμα μέλαν περάασκε καθήμενος, ἄτρομος ἦτορ,
  11. ἀείδων, καὶ πότμον ὑπέκφυγε ληϊστήρων
  12. Ταιναρίῃ τʼ ἐπέλασσεν ἐπὶ προβολῇσι Λακώνων.
  13. καί πού τις Λίβυος κούρου πόθον οἶδεν ἀκούων,
  14. τοῦ ποτε ποιμαίνοντος ἐράσσατο θερμὸν ἔρωτα
  15. δελφίς, σὺν δʼ ἤθυρε παρʼ ᾐόσι, καὶ κελαδεινῇ
  16. τερπόμενος σύριγγι λιλαίετο πώεσιν αὐτοῖς
  17. μίσγεσθαι πόντον τε λιπεῖν ξυλόχους τʼ ἀφικέσθαι.
  18. ἀλλʼ οὐδʼ ἠϊθέοιο πόθους ἐπὶ πᾶσα λέλησται
  19. Αἰολίς· οὔτι παλαιόν, ἐφʼ ἡμετέρῃ δὲ γενέθλῃ·
  20. δελφὶς ὥς ποτε παιδὸς ἐράσσατο νησαίοιο·