Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δαίμονες εἰναλίων ὀλοὸν μόρον ἡγητήρων·
  2. ἶσα γὰρ ἀνθρώποισι νοήματα καὶ προπόλοισι
  3. Ζηνὸς ἁλιγδούποιο· τὸ καὶ φιλότητι γενέθλης
  4. κέχρηνται, μέγα δʼ εἰσὶ συνάρθμιοι ἀλλήλοισιν.
  5. ἤδη γὰρ δελφῖνες ἐνηέες ἀνδράσιν οἵην
  6. ἄγρην εὐθήρητον ἐπʼ ἰχθύσιν ὡπλίσσαντο
  7. νήσῳ ἐν Εὐβοίῃ μετὰ κύμασιν Αἰγαίοισιν·
  8. εὖτε γὰρ ἑσπερίης θήρης πόνον ἐγκονέωσιν
  9. ἰχθυβόλοι, νεπόδεσσι πυρὸς φορέοντες ὁμοκλήν,
  10. ἴπνου χαλκείοιο θοὸν σέλας, οἱ δʼ ἐφέπονται
  11. δελφῖνες, σύνθηρον ἐπισπεύδοντες ὄλεθρον.
  12. ἔνθʼ οἱ μὲν τρομέοντες ἀποτροπάδην ἀλέονται
  13. ἰχθύες, οἱ δʼ ἔκτοσθεν ἐπαΐσσοντες ὁμαρτῆ
  14. δελφῖνες φοβέουσι καὶ ἱεμένους ἐπὶ βύσσαν
  15. τρωπᾶσθαι ποτὶ χέρσον ἀνάρσιον ἐξελόωσι,
  16. πυκνὸν ἐπιθρώσκοντες, ἅτʼ ἀνδράσι θηρητῆρσι
  17. θῆρα κύνες σεύοντες ἀμοιβαίῃς ὑλακῇσι.
  18. τοὺς δʼ ἀγχοῦ ποτὶ χέρσον ἀτυζομένους ἁλιῆες
  19. ῥηϊδίως βάλλουσιν ἐϋγλώχινι τριαίνῃ.
  20. τοῖσι δʼ ἄφυκτα κέλευθα, διορχεῦνται δʼ ἐνὶ πόντῳ,