Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τὴν δʼ ὁτὲ μὲν θείνουσι σιδηρείῃσι βολῇσιν,
  2. ἄλλοτε δʼ ἐν βροχίδεσσιν ἀναψάμενοι μεθέπουσιν.
  3. ὡς δʼ ὅτε νηπίαχα φρονέων πάϊς οὐρεσίφοιτον
  4. ἀνστρέψῃ τρηχεῖαν ἑλὼν χέλυν, ἡ δʼ ἐπὶ νῶτα
  5. κεκλιμένη μάλα πολλὰ λιλαίεται οὖδας ἱκέσθαι,
  6. ῥικνὰ ποδῶν σείουσα καὶ ἀγκύλα γούνατα, μόχθῳ
  7. πυκνὸν ἐπασπαίρουσα, γέλως δʼ ἔχει ὅς κεν ἴδηται,
  8. ὣς κείνης ὁμόφυλον ἁλὸς δάκος ὕπτιον ἅλμῃ
  9. ἐμφέρεται λωβητὸν ὑπʼ ἀνδράσιν ἰχθυβόλοισι.
  10. πολλάκι δʼ ἐς τραφερὴν ἀνανίσσεται, ἐκ δὲ βολάων
  11. ἠελίου φολίδας περιδαίεται, αὖα δὲ γυῖα
  12. ἐς πόντον φορέει, τὴν δʼ οὐκέτι καὶ μεμαυῖαν
  13. κῦμα μέλαν δέχεται, φορέει δέ μιν ἠδὲ κυλίνδει
  14. ὕψι μάλʼ ἱεμένην νεάτης ἁλός· οἱ δʼ ἐσιδόντες
  15. ἰχθυβόλοι μάλα ῥεῖα καὶ ἀσπασίως ἐδάμασσαν.
  16. δελφίνων δʼ ἄγρη μὲν ἀπότροπος, οὐδὲ θεοῖσι
  17. κεῖνος ἔτʼ ἐμπελάσειε θυτὴρ φίλος οὐδέ κε βωμῶν
  18. εὐαγέως ψαύσειεν, ὁμωροφίους δὲ μιαίνει,
  19. ὅς κεν ἑκὼν δελφῖσιν ἐπιφράσσηται ὄλεθρον.
  20. ἶσα γὰρ ἀνδρομέοισιν ἀπεχθαίρουσι φόνοισι