Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δὴ τότε τοῖς κραιπνοί τε πόνοι σπουδή τε καθέλκειν
  2. δίκτυον ἐς ῥηγμῖνας, ἐπεὶ φώκην μεμαυῖαν
  3. οὐκ ἂν ἐρητύσειε καὶ εἰ μάλα πολλὰ παρείη
  4. δίκτυα, ῥηϊδίως δὲ βίῃ τʼ ὀνύχων θʼ ὑπʼ ἀκωκαῖς
  5. ῥήξει τʼ ἀΐξει τε καὶ ἔσσεται ἰχθύσιν ἄλκαρ
  6. εἰλομένοις, μέγα δʼ ἄλγος ἐνὶ φρεσὶν ἀσπαλιήων.
  7. ἀλλʼ ἤν μιν καθέλωσιν ὑποφθαδὸν ἐγγύθι γαίης,
  8. ἔνθα δὲ καὶ τριόδοντι καὶ ἰφθίμοις ῥοπάλοισι
  9. δούρασί τε στιβαροῖσι καταΐγδην ἐλόωντες
  10. ἐς κροτάφους πέφνουσιν· ἐπεὶ φώκῃσιν ὄλεθρος
  11. ὀξύτατος κεφαλῆφιν ἱκάνεται οὐταμένῃσι.
  12. ναὶ μὴν καὶ χέλυες μάλα πολλάκις ἀντιόωσαι
  13. θήρην λωβήσαντο καὶ ἀνδράσι πῆμα γένοντο.
  14. τάων δʼ ἔπλετο μόχθος ἑλεῖν ῥήϊστος ἁπάντων
  15. ἀνέρι θαρσαλέῳ καὶ ἀταρβέα θυμὸν ἔχοντι·
  16. εἰ γάρ τις καταδὺς κραναὴν χέλυν ἐν ῥοθίοισιν
  17. ὕπτιον ἀνστρέψειεν ἐπʼ ὄστρακον, οὐκέτι κείνη
  18. πολλὰ καὶ ἱεμένη δύναται μόρον ἐξαλεείνειν·
  19. ὕψι δʼ ἀναπλώει κοῦφον πλόον ἀσπαίρουσα
  20. ποσσίν, ἁλὸς μεμαυῖα· γέλως δʼ ἔχει ἀγρευτῆρας.